Τί θα συμβεί κατά την Δευτέρα Παρουσία του Χριστού;

preview_player
Показать описание
Ὅταν ἔλθῃς ὁ Θεός, ἐπὶ γῆς μετὰ δόξης,
καὶ τρέμωσι τὰ σύμπαντα, ποταμὸς δὲ τοῦ
πυρὸς πρὸ τοῦ Βήματος ἕλκῃ, καὶ βίβλοι
ἀνοίγωνται, καὶ τὰ κρυπτὰ δημοσιεύωνται,
τότε ῥῦσαί με, ἐκ τοῦ πυρὸς τοῦ ἀσβέστου,
καὶ ἀξίωσον, ἐκ δεξιῶν σου μὲ στῆναι,
Κριτὰ δικαιότατε.
Τὸ φοβερόν σου κριτήριον
ἐνθυμούμενος, ὑπεράγαθε Κύριε, καὶ τὴν
ἡμέραν τῆς κρίσεως, φρίττω καὶ πτοοῦμαι
ὑπὸ τῆς συνειδήσεως τῆς ἐμῆς ἐλεγχόμενος,
ὅταν μέλλῃς καθέζεσθαι ἐπὶ τοῦ θρόνου
σου, καὶ ποιεῖν τὴν ἐξέτασιν, τότε ἀρνεῖσθαι
τὰς ἁμαρτίας οὐδεὶς ἐξισχύσει, ἀληθείας
ἐλεγχούσης, καὶ δειλίας κατεχούσης,
μέγα μὲν ἠχήσει τότε, πῦρ τὸ τῆς γεέννης·
ἁμαρτωλοὶ δὲ βρύξουσι. Διό με ἐλέησον πρὸ
τέλους, καὶ φεῖσαί μου, Κριτὰ δικαιότατε.
Ὅτε κρίνων γῆν, ὁ Κριτὴς πάντων κάθῃ.
Τῆς, Δεῦτε, φωνῆς ἄξιον κᾀμὲ κρίνοις.
Τὴν φοβερὰν τῆς κρίσεως, καὶ ἀρρήτου
σου δόξης, ἡμέραν ἐνθυμουμενος, φρίττω,
Κύριε ὅλως, καὶ τρέμων φόβῳ κραυγάζω,
ἐπὶ γῆς ὅταν ἔλθῃς, κρῖναι, Χριστέ, τὰ
σύμπαντα, ὁ Θεὸς μετὰ δόξης, τότε οἰκτρόν,ἀπὸ πάσης ῥῦσαί με τιμωρίας, ἐκ δεξιῶν σου, Δέσποτα, ἀξιώσας με στῆναι.
Ὢ ποία ὥρα τότε, καὶ ἡμέρα φοβερά,
ὅταν καθίσῃ ὁ Κριτὴς ἐπὶ θρόνου φοβεροῦ!
βίβλοι ἀνοίγονται, καὶ πράξεις ἐλέγχονται,
καὶ τὰ κρυπτὰ τοῦ σκότους δημοσιεύονται,
Ἄγγελοι περιτρέχουσιν, ἐπισυνάγοντες
πάντα τὰ ἔθνη. Δεῦτε ἀκούσατε βασιλεῖς
καὶ ἄρχοντες, δοῦλοι καὶ ἐλεύθεροι,
ἁμαρτωλοὶ καὶ δίκαιοι, πλούσιοι καὶ
πένητες, ὅτι ἔρχεται Κριτής, ὁ μέλλων
κρῖναι πᾶσαν τὴν οἰκουμένην, καὶ τίς
ὑποστήσεται ἀπὸ προσώπου αὐτοῦ, ὅταν
Ἄγγελοι παρίστανται, ἐλέγχοντες τὰς
πράξεις, τάς διανοίας, τὰς ἐνθυμήσεις, τὰ
ἐν νυκτὶ καὶ ἐν ἡμέρα; ὢ ποία ὥρα τότε!
Ἄλλά πρὸ τοῦ φθάσαι τὸ τέλος, σπούδασον
κράζουσα, ψυχή· ὁ Θεός, ἐπίστρεψον, σῶσόν
με, ὡς μόνος εὔσπλαγχνος.
Рекомендации по теме