Ορθόδοξοι Χριστιανικοί Ύμνοι Χριστουγέννων - Orthodox Christian Christmas Hymns/(haelp.blogspot.com)

preview_player
Показать описание
Ορθόδοξοι χριστιανικοί Ύμνοι Χριστουγέννων - Orthodox Christian Christmas Hymns:

1. Χριστός γεννάται· δοξάσατε
2. Μεγάλυνον ψυχή μου
3. Μυστήριον ξένον

******** Διαβάστε τους στίχους στα Σχόλια********

********ΠΡΟΣΟΧΗ********

* Όλα τα πνευματικά δικαιώματα ανήκουν στους καλλιτέχνες, στους δημιουργούς των τραγουδιών και στις δισκογραφικές εταιρείες τους. Το παραπάνω μουσικό video δεν έχει σκοπό την παραβίαση των αξιώσεων που έχουν οι δισκογραφικές εταιρείες ή την παραβίαση πνευματικών δικαιωμάτων αλλά προορίζεται μόνο για διασκέδαση. Δεν έχω και δεν διεκδικώ κανένα κέρδος από αυτό το video.

Επισκεφτείτε το Blog μας που ασχολείται με την Υγεία, Διατροφή, Σχέσεις, Συμβουλές Ομορφιάς και Fitness.

#ύμνοι #χριστιανικοκαναλι #χριστιανικόκανάλι #χριστιανισμόσ #χριστουγεννιάτικο #χριστουγεννα #χριστούγεννα #χριστουγεννιάτικο #παραδοση #παράδοση #christmas #christmasmusic #christmassongs #christmassong #christmasmusicic #ellada #greece #greek #hellas #cyprus #ελλαδα #ελλάδα #κύπρος#cristianos

@HaelpBlogSpotCom
Рекомендации по теме
Комментарии
Автор

** Μεγάλυνον ψυχή μου τὴν τιμιωτέραν καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.
Μεγάλυνον ψυχή μου τὸν ἐκ τῆς Παρθένου Θεὸν σαρκὶ τεχθέντα.
Μεγάλυνον ψυχή μου τὸν ἐν τῷ Σπηλαίῳ τεχθέντα Βασιλέα.
Μεγάλυνον ψυχή μου, τῶν ὑπὸ τῶν Μάγων, Θεὸν προσκυνηθέντα.
*** Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρnτος, Χριστὸς ὁ Θεός, ὅν ἀνυμνοῦντες μεγαλύνομεν.
** Μεγάλυνον ψυχή μου, τὸν ὑπὸ Ἀστέρος, τοῖς Μάγοις μηνυθέντα.
Ἐξαίσιον δρόμον, ὁρῶντες οἱ Μάγοι, ἀσυνήθους νέου ἀστέρος ἀρτιφαοῦς, οὐρανίου ὑπερλάμποντος, Χριστὸν Βασιλέα ἐτεκμήραντο, ἐν γῇ γεννηθέντα Βηθλεέμ, εἰς σωτηρίαν ἡμῶν.
Μεγάλυνον ψυχή μου, τὴν ἁγνὴν Παρθένον, τὴν γεννησαμένην, Χριστὸν τὸν Βασιλέα.
Νεηγενὲς Μάγων λεγόντων, παιδίον Ἄναξ, οὗ ἀστὴρ ἐφάνη, ποῦ ἐστίν, εἰς γὰρ ἐκείνου προσκύνησιν ἥκομεν, μανεὶς ὁ Ἡρῴδης ἐταράττετο, Χριστὸν ἀνελεῖν, ὁ θεομάχος φρυαττόμενος.
Μάγοι καὶ Ποιμένες, ἦλθον προσκυνῆσαι, Χριστὸν τὸν γεννηθέντα, ἐν Βηθλεὲμ τῇ πόλει.
Ἠκρίβωσε χρόνον Ἡρῴδης ἀστέρος, οὗ ταῖς ἡγεσίαις οἱ Μάγοι ἐν Βηθλεέμ, προσκυνοῦσι Χριστῷ σὺν δώροις΄ ὑφ’ οὗ πρὸς Πατρίδα ὁδηγούμενοι, δεινὸν παιδοκτόνον, ἐγκατέλιπον παιζόμενον.
Σήμερον ἡ Παρθένος, τίκτει τὸν Δεσπότην, ἔνδον ἐν τῷ Σπηλαίῳ.
Σήμερον ὁ Δεσπότης, τίκτεται ὡς βρέφος, ὑπὸ Μητρὸς Παρθένου.
Σήμερον οἱ Ποιμένες, βλέπουσι τὸν Σωτῆρα, σπαργάνοις εἱλημένον, καὶ κείμενον ἐν Φάτνῃ.
Σήμερον ὁ Δεσπότης, ῥάκει σπαργανοῦται, ὁ ἀναφὴς ὡς βρέφος.
Σήμερον πᾶσα κτίσις, ἀγάλλεται καὶ χαίρει, ὅτι Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου Κόρης.
Οὐράνιαι Δυνάμεις τεχθέντα τὸν Σωτῆρα, Κύριον καὶ Δεσπότην, μηνύουσι τῷ κόσμῳ.
Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ, Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε, Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους, Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος, Ὅση πέφυκεν ἡ προαίρεσις δίδου.
Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, θεότητος τὸ κράτος.
Τύπους ἀφεγγεῖς καὶ σκιὰς παρηγμένας, Ὦ Μῆτερ ἁγνή, τοῦ Λόγου δεδορκότες, Νέου φανέντος, ἐκ πύλης κεκλεισμένης, Δοξούμενοί τε, τῆς ἀληθείας φάος, Ἐπαξίως σὴν εὐλογοῦμεν γαστέρα.
Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.
Πόθου τετευχώς, καὶ Θεοῦ παρουσίας, Ὁ χριστοτερπὴς λαὸς ἠξιωμένος, Νῦν ποτνιᾶται τῆς παλιγγενεσίας. Ὡς ζωοποιοῦ΄ τὴν χάριν δὲ Παρθένε, Νέμοις ἄχραντε, προσκυνῆσαι τὸ κλέος.

HaelpBlogSpotCom
Автор

* Χριστὸς γεννᾶται· δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν· ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς· ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί· ὅτι δεδόξασται.
Ῥεύσαντα ἐκ παραβάσεως, Θεοῦ τὸν κατ' εἰκόνα γενόμενον, ὅλον τῆς φθορᾶς ὑπάρξαντα, κρείττονος ἑπταικότα θείας ζωῆς, αὖθις ἀναπλάττει, ὁ σοφὸς Δημιουργός, ὅτι δεδόξασται.
Ἰδὼν ὁ Κτίστης ὀλλύμενον, τὸν ἄνθρωπον χερσίν, ὃν ἐποίησε, κλίνας οὐρανοὺς κατέρχεται· τοῦτον δὲ ἐκ Παρθένου θείας ἁγνῆς, ὅλον οὐσιοῦται, ἀληθείᾳ σαρκωθείς, ὅτι δεδόξασται.
Σοφία λόγος καὶ δύναμις, Υἱὸς ὢν τοῦ Πατρός, καὶ ἀπαύγασμα, Χριστὸς ὁ Θεός, δυνάμεις λαθών, ὅσας ὑπερκοσμίους, ὅσας ἐν γῇ, καὶ ἐνανθρωπήσας, ἀνεκτήσατο ἡμᾶς· ὅτι δεδόξασται.
Ἔσωσε λαόν, θαυματουργῶν Δεσπότης, Ὑγρὸν θαλάσσης κῦμα χερσώσας πάλαι. Ἑκὼν δὲ τεχθεὶς ἐκ Κόρης, τρίβον βατήν, Πόλου τίθησιν ἡμῖν, ὃν κατ’ οὐσίαν, Ἶσόν τε Πατρί, καὶ βροτοῖς δοξάζομεν.
Ἤνεγκε γαστὴρ ἡγιασμένη Λόγον, Σαφῶς ἀφλέκτῳ ζωγραφουμένη βάτῳ, Μιγέντα μορφῇ, τῇ βροτησίᾳ Θεόν, Εὔας τάλαιναν, νηδὺν ἀρᾶς τῆς πάλαι, Λύοντα πικρᾶς, ὃν βροτοὶ δοξάζομεν.
Ἔδειξεν ἀστὴρ τὸν πρὸ ἡλίου Λόγον, Ἐλθόντα παῦσαι τὴν ἁμαρτίαν Μάγοις, Σαφῶς πενιχρὸν εἰς σπέος τὸν συμπαθῆ, Σὲ σπαργάνοις ἑλικτόν΄ ὃν γεγηθότες, Ἶδον τὸν αὐτόν, καὶ βροτὸν καὶ Κύριον.
Τῷ πρὸ τῶν αἰώνων ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.
Ὁ τῆς ἐπιπνοίας, μετασχὼν τῆς ἀμείνω Ἀδὰμ χοϊκός, καὶ πρὸς φθορὰν κατολισθήοας, γυναικείᾳ ἀπάτῃ, Χριστὸν γυναικὸς βοᾷ ἐξορῶν· ὁ δι' ἐμὲ κατ’ ἐμὲ γεγονώς, ἅγιος εἶ Κύριε.
Σύμμορφος πηλίνης, εὐτελοῦς διαρτίας Χριστὲ γεγονώς, καὶ μετοχῇ σαρκὸς τῆς χείρω, μεταδοὺς θείας φύτλης, βροτὸς πεφυκώς, καὶ μείνας Θεός, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.
Βηθλεὲμ εὐφραίνου, Ἡγεμόνων Ἰούδα βασίλεια· τὸν Ἰσραὴλ γὰρ ὁ ποιμαίνων, Χερουβὶμ ὁ ἐπ' ὤμων, ἐκ σοῦ προελθὼν Χριστὸς ἐμφανῶς, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, πάντων ἐβασίλευσεν.
Νεῦσον πρὸς ὕμνους οἰκετῶν Εὐεργέτα, Ἐχθροῦ ταπεινῶν τὴν ἐπῃρμένην ὀφρύν, Φέρων τε Παντεπόπτα τῆς ἁμαρτίας, Ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους, Μάκαρ, μελῳδοὺς τῇ βάσει τῆς πίστεως.
Νύμφης πανάγνου τὸν πανόλβιον τόκον Ἰδεῖν ὑπὲρ νοῦν ἠξιωμένος χορός, Ἄγραυλος ἐκλονεῖτο, τῷ ξένῳ τρόπῳ. Τάξιν μελῳδοῦσάν τε τῶν Ἀσωμάτων, Ἄνακτα Χριστόν, ἀσπόρως σαρκούμενον.
Ὕψους ἀνάσσων οὐρανῶν εὐσπλαγχνίᾳ, Τελεῖ καθ' ἡμᾶς ἐξ ἀνυμφεύτου Κόρης, Ἄϋλος ὢν τὸ πρόσθεν, ἀλλ' ἐπ' ἐσχάτων Λόγος παχυνθεὶς σαρκί, τὸν πεπτωκότα, Ἳνα πρὸς αὐτὸν ἑλκύσῃ πρωτόκτιστον.
Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ ἐνοικήσας ὁ Λόγος, καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον, ἧς γάρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον.
Ἦλθε σαρκωθείς, Χριστὸς ὁ Θεὸς ἡμῶν, γαστρὸς ὃν Πατήρ, πρὸ Ἑωσφόρου γεννᾷ, τὰς ἡνίας δέ, ὁ κρατῶν τῶν ἀχράντων Δυνάμεων, ἐν φάτνῃ τῶν ἀλόγων ἀνακλίνεται, ῥάκει σπαργανοῦται, λύει δέ, πολυπλόκους σειρὰς παραπτώσεων.
Νέον ἐξ Ἀδάμ, παιδίον φυράματος ἐτέχθη Υἱός, καὶ πιστοῖς δέδοται· τοῦ δὲ μέλλοντος, οὗτός ἐστιν αἰῶνος, Πατὴρ καὶ ἄρχων, καὶ καλεῖται τῆς μεγάλης βουλῆς Ἄγγελος, οὗτος ἰσχυρὸς Θεὸς ἐστι, καὶ κρατῶν ἐξουσίᾳ τῆς κτίσεως.
Ναίων Ἰωνᾶς, ἐν μυχοῖς θαλαττίοις, Ἐλθεῖν ἐδεῖτο, καὶ ζάλην ἀπαρκέσαι. Νυγεὶς ἐγὼ δέ, τῷ τυραννοῦντος βέλει, Χριστὲ προσαυδῶ, τὸν κακῶν ἀναιρέτην, Θᾶττον μολεῖν σε τῆς ἐμῆς ῥᾳθυμίας.
Ὃς ἦν ἐν ἀρχῇ, πρὸς Θεὸν Θεὸς Λόγος, Νυνὶ κρατύνει, μὴ σθένουσαν τὴν πάλαι, Ἰδὼν φυλάξαι, τὴν καθ ἡμᾶς οὐσίαν, Καθεὶς ἑαυτὸν δευτέρᾳ κοινωνίᾳ Αὖθις προφαίνων, τῶν παθῶν ἐλευθέραν.
Ἷκται δι' ἡμᾶς, Ἀβραὰμ ἐξ ὀσφύος, Λυγρῶς πεσόντας, ἐν σκότει τῶν πταισμάτων, Υἱοὺς ἐγεῖραι, τῶν κάτω νενευκότων, Ὁ φῶς κατοικῶν, καὶ φάτνην παρ' ἀξίαν. Νῦν εὐδοκήσας, εἰς βροτῶν σωτηρίαν.

HaelpBlogSpotCom
welcome to shbcf.ru