ΥΜΝΟΙ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ - Χριστός γεννᾶται - CHRISTMAS HYMNS

preview_player
Показать описание
ΥΜΝΟΙ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ - Χριστός γεννᾶται - CHRISTMAS HYMNS

Πατήστε ''ΕΓΓΡΑΦΗ'' στο Κανάλι και ''καμπανάκι'' για να λαμβάνετε και άλλα Απολυτίκια, Βυζαντινούς Ύμνους , Βίους Αγίων κλπ. Σας ευχαριστώ για την στήριξη στο κανάλι μας.

Χριστὸς γεννᾶται· δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν· ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς· ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί· ὅτι δεδόξασται.
Ῥεύσαντα ἐκ παραβάσεως, Θεοῦ τὸν κατ' εἰκόνα γενόμενον, ὅλον τῆς φθορᾶς ὑπάρξαντα, κρείττονος ἑπταικότα θείας ζωῆς, αὖθις ἀναπλάττει, ὁ σοφὸς Δημιουργός, ὅτι δεδόξασται.
Ἰδὼν ὁ Κτίστης ὀλλύμενον, τὸν ἄνθρωπον χερσίν, ὃν ἐποίησε, κλίνας οὐρανοὺς κατέρχεται· τοῦτον δὲ ἐκ Παρθένου θείας ἁγνῆς, ὅλον οὐσιοῦται, ἀληθείᾳ σαρκωθείς, ὅτι δεδόξασται.
Σοφία λόγος καὶ δύναμις, Υἱὸς ὢν τοῦ Πατρός, καὶ ἀπαύγασμα, Χριστὸς ὁ Θεός, δυνάμεις λαθών, ὅσας ὑπερκοσμίους, ὅσας ἐν γῇ, καὶ ἐνανθρωπήσας, ἀνεκτήσατο ἡμᾶς· ὅτι δεδόξασται.
Ἔσωσε λαόν, θαυματουργῶν Δεσπότης, Ὑγρὸν θαλάσσης κῦμα χερσώσας πάλαι. Ἑκὼν δὲ τεχθεὶς ἐκ Κόρης, τρίβον βατήν, Πόλου τίθησιν ἡμῖν, ὃν κατ’ οὐσίαν, Ἶσόν τε Πατρί, καὶ βροτοῖς δοξάζομεν.
Ἤνεγκε γαστὴρ ἡγιασμένη Λόγον, Σαφῶς ἀφλέκτῳ ζωγραφουμένη βάτῳ, Μιγέντα μορφῇ, τῇ βροτησίᾳ Θεόν, Εὔας τάλαιναν, νηδὺν ἀρᾶς τῆς πάλαι, Λύοντα πικρᾶς, ὃν βροτοὶ δοξάζομεν.
Ἔδειξεν ἀστὴρ τὸν πρὸ ἡλίου Λόγον, Ἐλθόντα παῦσαι τὴν ἁμαρτίαν Μάγοις, Σαφῶς πενιχρὸν εἰς σπέος τὸν συμπαθῆ, Σὲ σπαργάνοις ἑλικτόν΄ ὃν γεγηθότες, Ἶδον τὸν αὐτόν, καὶ βροτὸν καὶ Κύριον.
Τῷ πρὸ τῶν αἰώνων ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.
Ὁ τῆς ἐπιπνοίας, μετασχὼν τῆς ἀμείνω Ἀδὰμ χοϊκός, καὶ πρὸς φθορὰν κατολισθήοας, γυναικείᾳ ἀπάτῃ, Χριστὸν γυναικὸς βοᾷ ἐξορῶν· ὁ δι' ἐμὲ κατ’ ἐμὲ γεγονώς, ἅγιος εἶ Κύριε.
Σύμμορφος πηλίνης, εὐτελοῦς διαρτίας Χριστὲ γεγονώς, καὶ μετοχῇ σαρκὸς τῆς χείρω, μεταδοὺς θείας φύτλης, βροτὸς πεφυκώς, καὶ μείνας Θεός, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.
Βηθλεὲμ εὐφραίνου, Ἡγεμόνων Ἰούδα βασίλεια· τὸν Ἰσραὴλ γὰρ ὁ ποιμαίνων, Χερουβὶμ ὁ ἐπ' ὤμων, ἐκ σοῦ προελθὼν Χριστὸς ἐμφανῶς, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, πάντων ἐβασίλευσεν.
Νεῦσον πρὸς ὕμνους οἰκετῶν Εὐεργέτα, Ἐχθροῦ ταπεινῶν τὴν ἐπῃρμένην ὀφρύν, Φέρων τε Παντεπόπτα τῆς ἁμαρτίας, Ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους, Μάκαρ, μελῳδοὺς τῇ βάσει τῆς πίστεως.
Νύμφης πανάγνου τὸν πανόλβιον τόκον Ἰδεῖν ὑπὲρ νοῦν ἠξιωμένος χορός, Ἄγραυλος ἐκλονεῖτο, τῷ ξένῳ τρόπῳ. Τάξιν μελῳδοῦσάν τε τῶν Ἀσωμάτων, Ἄνακτα Χριστόν, ἀσπόρως σαρκούμενον.
Ὕψους ἀνάσσων οὐρανῶν εὐσπλαγχνίᾳ, Τελεῖ καθ' ἡμᾶς ἐξ ἀνυμφεύτου Κόρης, Ἄϋλος ὢν τὸ πρόσθεν, ἀλλ' ἐπ' ἐσχάτων Λόγος παχυνθεὶς σαρκί, τὸν πεπτωκότα, Ἳνα πρὸς αὐτὸν ἑλκύσῃ πρωτόκτιστον.
Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ ἐνοικήσας ὁ Λόγος, καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον, ἧς γάρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον.
Ἦλθε σαρκωθείς, Χριστὸς ὁ Θεὸς ἡμῶν, γαστρὸς ὃν Πατήρ, πρὸ Ἑωσφόρου γεννᾷ, τὰς ἡνίας δέ, ὁ κρατῶν τῶν ἀχράντων Δυνάμεων, ἐν φάτνῃ τῶν ἀλόγων ἀνακλίνεται, ῥάκει σπαργανοῦται, λύει δέ, πολυπλόκους σειρὰς παραπτώσεων.
Νέον ἐξ Ἀδάμ, παιδίον φυράματος ἐτέχθη Υἱός, καὶ πιστοῖς δέδοται· τοῦ δὲ μέλλοντος, οὗτός ἐστιν αἰῶνος, Πατὴρ καὶ ἄρχων, καὶ καλεῖται τῆς μεγάλης βουλῆς Ἄγγελος, οὗτος ἰσχυρὸς Θεὸς ἐστι, καὶ κρατῶν ἐξουσίᾳ τῆς κτίσεως.
Ναίων Ἰωνᾶς, ἐν μυχοῖς θαλαττίοις, Ἐλθεῖν ἐδεῖτο, καὶ ζάλην ἀπαρκέσαι. Νυγεὶς ἐγὼ δέ, τῷ τυραννοῦντος βέλει, Χριστὲ προσαυδῶ, τὸν κακῶν ἀναιρέτην, Θᾶττον μολεῖν σε τῆς ἐμῆς ῥᾳθυμίας.
Ὃς ἦν ἐν ἀρχῇ, πρὸς Θεὸν Θεὸς Λόγος, Νυνὶ κρατύνει, μὴ σθένουσαν τὴν πάλαι, Ἰδὼν φυλάξαι, τὴν καθ ἡμᾶς οὐσίαν, Καθεὶς ἑαυτὸν δευτέρᾳ κοινωνίᾳ Αὖθις προφαίνων, τῶν παθῶν ἐλευθέραν.
Ἷκται δι' ἡμᾶς, Ἀβραὰμ ἐξ ὀσφύος, Λυγρῶς πεσόντας, ἐν σκότει τῶν πταισμάτων, Υἱοὺς ἐγεῖραι, τῶν κάτω νενευκότων, Ὁ φῶς κατοικῶν, καὶ φάτνην παρ' ἀξίαν. Νῦν εὐδοκήσας, εἰς βροτῶν σωτηρίαν.
Рекомендации по теме
Комментарии
Автор

ΚΑΛΆ ΕΥΛΟΓΗΜΕΝΑ ΧΡΙΣΤΟΥΓΕΝΝΑ... ΜΕ ΥΓΕΊΑ. ΑΓΑΠΗ ΕΙΡΉΝΗ. Κ ΕΛΠΊΔΑ... ΣΕ ΌΛΟ ΤΟΝ ΚΌΣΜΟ.. Κ ΣΤΗΝ ΟΙΚΟΓΈΝΕΙΑ ΜΟΥ....

ΣτέλλαΓκούμα