filmov
tv
Ύμνοι Χριστουγέννων - Πᾶσα πνοὴ - Τὰ σύμπαντα σήμερον - Δεῦτε ἴδωμεν πιστοί - Τί θαυμάζεις Μαριάμ...

Показать описание
Ύμνοι Χριστουγέννων - Πᾶσα πνοὴ - Τὰ σύμπαντα σήμερον - Δεῦτε ἴδωμεν πιστοί - Τί θαυμάζεις Μαριάμ - Ὁ ἀχώρητος παντί
* Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ».
«Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Εὐφραίνεσθε Δίκαιοι, οὐρανοὶ ἀγαλλιᾶσθε, σκιρτήσατε τὰ ὄρη, Χριστοῦ γεννηθέντος, Παρθένος καθέζεται, τὰ Χερουβὶμ μιμουμένη, βαστάζουσα ἐν κόλποις, Θεόν Λόγον σαρκωθέντα. Ποιμένες τὸν τεχθέντα δοξάζουσι. Μάγοι τῷ Δεσπότῃ δῶρα προσφέρουσιν. Ἄγγελοι ἀνυμνοῦντες λέγουσιν, Ἀκατάληπτε Κύριε, δόξα σοι.
«Στίχ.: Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ».
Ὁ Πατὴρ εὐδόκησεν, ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἡ Παρθένος ἔτεκε, Θεὸν ἐνανθρωπήσαντα, Ἀστὴρ μηνύει. Μάγοι προσκυνοῦσι. Ποιμένες θαυμάζουσι, καὶ ἡ κτίσις ἀγάλλεται.
«Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ».
Θεοτόκε Παρθένε, ἡ τεκοῦσα τὸν Σωτήρα, ἀνέτρεψας τὴν πρώτην κατάραν τῆς Εὔας, ὅτι Μήτηρ γέγονας, τῆς εὐδοκίας τοῦ Πατρός, βαστάζουσα ἐν κόλποις, Θεὸν Λόγον σαρκωθέντα, οὐ φέρει τὸ μυστήριον ἔρευναν, πίστει μόνῃ τοῦτο πάντες δοξάζομεν, κράζοντες μετὰ σοῦ καὶ λέγοντες. Ἀνερμήνευτε Κύριε, δόξα σοι.
«Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ».
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Δεῦτε ἀνυμνήσωμεν, τὴν Μητέρα τοῦ Σωτῆρος, τὴν μετὰ τόκον πάλιν ὀφθεῖσαν Παρθένον. Χαίροις Πόλις ἔμψυχε, τοῦ Βασιλέως καὶ Θεοῦ, ἐν ᾗ Χριστὸς οἰκήσας, σωτηρίαν εἰργάσατο. Μετὰ τοῦ Γαβριὴλ ἀνυμνοῦμέν σε, μετὰ τῶν Ποιμένων δοξάζομεν κράζοντες΄ Θεοτόκε πρέσβευε, τῷ ἐκ σοῦ σαρκωθέντι, σωθῆναι ἡμᾶς.
* «Τὰ σύμπαντα σήμερον, χαρᾶς πληροῦνται· Χριστὸς ἐτέχθη ἐκ τῆς Παρθένου».
«Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Σήμερον δέχεται ἡ Βηθλεὲμ τὸν καθήμενον διὰ παντὸς σὺν Πατρί. Σήμερον ἄγγελοι τὸ βρέφος τὸ τεχθὲν θεοπρεπῶς δοξολογοῦσι. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.»
* Δεῦτε ἴδωμεν πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός, ἀκολουθήσωμεν λοιπὸν ἔνθα ὁδεύει ὁ ἀστήρ, μετὰ τῶν Μάγων Ἀνατολῆς τῶν Βασιλέων. Ἄγγελοι ὑμνοῦσιν, ἀκαταπαύστως ἐκεῖ. Ποιμένες ἀγραυλοῦσιν, ᾠδὴν ἐπάξιον΄ Δόξα ἐν ὑψίστοις λέγοντες, τῷ σήμερον ἐν Σπηλαίῳ τεχθέντι, ἐκ τῆς Παρθένου, καὶ Θεοτόκου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.
* Τί θαυμάζεις Μαριάμ; τί ἐκθαμβεῖσαι τῷ ἐν σοί; Ὅτι ἄχρονον Υἱόν, χρόνῳ ἐγέννησα φησί, τοῦ τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα. Ἄνανδρος εἰμί, καὶ πῶς τέξω Υἱόν, ἄσπορον γονὴν τίς ἑώρακεν, ὅπου Θεὸς δὲ βούλεται, νικᾶται φύσεως τάξις, ὡς γέγραπται. Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.
* Ὁ ἀχώρητος παντί, πῶς ἐχωρήθη ἐν γαστρί; ὁ ἐν κόλποις τοῦ Πατρός, πῶς ἐν ἀγκάλαις τῆς Μητρός, πάντως ὡς οἶδεν ὡς ἠθέλησε καὶ ὡς, ηὐδόκησεν, ἄσαρκος γὰρ ὢν, ἐσαρκώθη ἑκών, καὶ γέγονεν ὁ Ὢν, ὃ οὐκ ἦν δι' ἡμᾶς, καὶ μὴ ἐκστὰς τῆς φύσεως, μετέσχε τοῦ ἡμετέρου φυράματος. Διπλοῦς ἐτέχθη, Χριστὸς τὸν ἄνω, κόσμον θέλων ἀναπληρῶσαι.
********ΠΡΟΣΟΧΗ********
* Όλα τα πνευματικά δικαιώματα ανήκουν στους καλλιτέχνες, στους δημιουργούς των τραγουδιών και στις δισκογραφικές εταιρείες τους. Το παραπάνω μουσικό video δεν έχει σκοπό την παραβίαση των αξιώσεων που έχουν οι δισκογραφικές εταιρείες ή την παραβίαση πνευματικών δικαιωμάτων αλλά προορίζεται μόνο για διασκέδαση. Δεν έχω και δεν διεκδικώ κανένα κέρδος από αυτό το video.
Επισκεφτείτε το Blog μας που ασχολείται με την Υγεία, Διατροφή, Σχέσεις, Συμβουλές Ομορφιάς και Fitness.
#ύμνοι #χριστιανικοκαναλι #χριστιανικόκανάλι #χριστιανισμόσ #χριστουγεννιάτικο #χριστουγεννα #χριστούγεννα #χριστουγεννιάτικο #παραδοση #παράδοση #christmas #christmasmusic #christmassongs #christmassong #christmasmusicic #ellada #greece #greek #hellas #cyprus #ελλαδα #ελλάδα #κύπρος#cristianos #santo #santos #som
@user-by3oc1lq1o