filmov
tv
Α΄ καὶ Γ΄ ᾠδὲς τοῦ Κανόνος| Παράκληση Παντάνασσας| Official Music Score Video

Показать описание
Α΄ καὶ Γ΄ ᾠδὲς τοῦ Κανόνος
Ὁ χορός:
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ποικίλοις ὀχλούμενοι πειρασμοῖς, πρὸς σὲ τὰς ἐλπίδας ἐπιῤῥίπτομεν τοῦ Θεοῦ, τὴν ἀείζωον μητέρα· τῇ μεσιτείᾳ σου ῥῦσαι Παντάνασσα.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Παθῶν καὶ δαιμόνων αἱ προσβολαί, πάντοθεν κυκλοῦσι τὴν σὴν ποίμνην Μῆτερ Θεοῦ· ὡς πάντων κτισμάτων ὑπερτέρα, τῇ μεσιτείᾳ σου ῥῦσαι Παντάνασσα.
Δόξα Πατρί…
Σωτῆρος καὶ πάντων Δημιουργοῦ, τοῦ Παμβασιλέως ὡς γεννήτρια ἀληθῶς, πᾶσι τοῖς προσφεύγουσιν ὑγείαν, τῇ μεσιτείᾳ σου δίδου Παντάνασσα.
Καὶ νῦν…
Νοσοῦντας τὸ σῶμα καὶ τὴν ψυχήν, ἀρωγῆς ἁπάσης καὶ ἰάσεως ταχινῆς, ἀξίωσον πάντας Θεομῆτορ, τῇ μεσιτείᾳ σου μόνη Παντάνασσα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Προστασία σὺ μόνη, πάντων πιστῶν πέφυκας· τῇ σῇ ἀκοιμήτῳ προνοίᾳ, δεινῶν ἀπάλλαξον, τῶν συνεχόντων ἡμᾶς· τὸν Βασιλέα τεκοῦσα, ἔχεις γὰρ τὸ δύνασθαι, μόνη Παντάνασσα.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἱκεσίαν προσδέχου, τῶν ταπεινῶν δούλων σου, τῶν ἐν ἀσθενείαις παντοίαις καὶ περιστάσεσι· σὺ γὰρ μεσίτρια πρὸς τὸν Υἱόν σου Παρθένε. Σῶσον ταῖς πρεσβείαις σου, μόνη Παντάνασσα.
Δόξα Πατρί…
Ἐλεήμονα Λόγον, τὸν τοῦ Θεοῦ τέτοκας, καὶ ἐλέους πηγήν σε, πιστῶν ἀνέδειξε· νῦν οὖν ἐλέησον, τοὺς κακουμένους καὶ ῥῦσαι, πειρασμῶν καὶ θλίψεων, μόνη Παντάνασσα.
Καὶ νῦν…
Χαρισμάτων ταμεῖον, τοῦ παντουργοῦ Πνεύματος, σὲ Θεογεννῆτορ Παρθένε, πάντες γινώσκομεν, καὶ σοῦ δεόμεθα, τῶν συνεχόντων σκανδάλων, ῥῦσαι τῇ πρεσβείᾳ σου μόνη Παντάνασσα.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Credits:
Παραγωγή, ἐπιμέλεια ἔκδοσης: Ἱερὰ Μεγίστη Μονὴ Βατοπαιδίου
Μουσικὴ, ἐπεξεργασία: Κωνσταντῖνος Ἀγγελίδης, Γεώργιος Κωνσταντίνου,
Κωνσταντῖνος
Λανάρας
Ἀντιγραφὴ μουσικῶν κειμένων
καὶ ἐπεξεργασία: Κωνσταντῖνος Κιόχος
Ἐπεξεργασία ἤχου: Κωνσταντῖνος Ἀγγελίδης, Γεώργιος Κωνσταντίνου,
Κωνσταντῖνος
Λανάρας
Φωτογραφίες: Πατέρες Ἱ.Μ.Μ. Βατοπαιδίου
Ἡ ἠχογράφηση πραγματοποιήθηκε
στὴν Ἱερὰ Μεγίστη Μονὴ Βατοπαιδίου τὸν Ἰούνιο τοῦ 2000 ἀπὸ τὸν Νίκο Διονυσόπουλο.
#Pantanassa #IeraMegistiMoniVatopediou #ChoirOfVatopediFathers