Ζ΄, Η΄ καὶ Θ΄ ᾠδὴ τοῦ Κανόνος | Παράκληση Παντάνασσας| Official Music Score Video

preview_player
Показать описание
Ζ΄, Η΄ καὶ Θ΄ ᾠδὴ τοῦ Κανόνος

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὥσπερ ἥλιον λάμψιν, ἐν εἰκόνι σου Κόρη Θεογεννήτρια, δεικνύεις τοῖς σοῖς δούλοις, καὶ τῇ προνοίᾳ σου σῴζεις τὴν ποίμνην σου, εὐλογημένη Ἁγνή, ὡς Μήτηρ τοῦ Σωτῆρος.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θεοτόκον κυρίως, οἱ τιμῶντές σε Κόρη, ἀεὶ σῳζόμεθα, ῥυόμενοι πταισμάτων καὶ πάσης μαλακίας, καὶ ἐν πίστει κραυγάζομεν, ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Δόξα Πατρί…
Θησαυρόν τε καὶ σκέπην, καὶ φρουρὸν ἀσφαλείας, τὴν σὴν Παντάνασσα, εἰκόνα προσκυνοῦμεν, κρουνοὺς τῶν σῶν θαυμάτων, τοῖς αἰτοῦσί σε βλύζουσαν· καὶ εὐλογοῦμεν ἀεὶ τὸν τόκον σου Παρθένε.
Καὶ νῦν…
Τῶν ψυχῶν καὶ σωμάτων, ἰατρείαν παρέχεις, μόνη Παντάνασσα, τῶν πόθῳ προσπιπτόντων, τῇ θείᾳ σου προνοίᾳ, τῇ μητρικῇ παῤῥησίᾳ σου, ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.

ᾨδὴ η΄. Τὸν Βασιλέα, τῶν οὐρανῶν.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τῆς Παντανάσσης, καὶ σῆς Μητρός δεομένης, μὴ παρίδῃς Χριστέ μου τὰς πρεσβείας, ἵνα σε ὑμνῶμεν, ὡς πάντων Βασιλέα.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τοῖς ἀσθενοῦσι, τὴν ἰατρείαν παρέχεις, τοῖς πιστῶς αἰτοῦσί σε Παρθένε, καὶ δοξολογοῦσι τὸν ἄφραστόν σου τόκον.
Δόξα Πατρί…
Μύρον Θεῖον, ὁ Τόκος σου Παρθένε· μύρου θείου πηγὴν τὴν σὴν εἰκόνα, ἔδειξε καὶ οὕτω, θαυμάτων μύρα βλύζει.
Καὶ νῦν…
Τῶν πειρασμῶν σύ, Παρθένε τὰς νιφάδας, καὶ ἐχθρῶν τῶν μισούντων τὴν μανίαν, δίωξον· καὶ σῶσον, τοὺς σὲ ὑμνολογοῦντας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Κυρίως ὡς αἰτίαν, ἡμῶν τῆς σωτηρίας, τῶν βροτῶν σε τὸ γένος κηρύττομεν, καὶ τοῦ Σωτῆρος τῶν ὅλων, Ἁγνή, λοχεύτριαν.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ῥανίδας μου δακρύων, μὴ παρασιωπήσῃς, ἡ τοῦ θανάτου τὸ κέντρον συντρίψασα, τῷ τοκετῷ σου μόνη, Θεοχαρίτωτε.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Χαρᾶς πάσης δοχεῖον, σοὶ πρέπει χαίρειν μόνῃ, ὡς τῆς χαρᾶς τεξαμένῃ τὸ πλήρωμα· τῶν λυπηρῶν πάντας ῥῦσαι, τῇ μεσιτείᾳ σου.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λιμένι σῆς πρεσβείας, τοὺς πόθῳ προσφυγόντας, σῶσον Παρθένε καὶ φρούρησον πάντοθεν, ἡ σωτηρίαν τῷ κόσμῳ, Χριστὸν κυήσασα.
Δόξα Πατρί…
Φωτὶ τοῦ σοῦ προσώπου, ὡς ἔλαμψας τῷ πάλαι, τοῦ σκοτασμοῦ τῶν παθῶν με ἀπάλλαξον, τὸν εὐσεβῶς Φωτοτόκον, σὲ καταγγέλλοντα.
Καὶ νῦν…
Κακώσεως καὶ πόνων, καὶ πάσης ἀσθενείας, τοὺς κακωθέντας ποικίλως θεράπευσον, καὶ ἐκζητοῦντας Παρθένε, τὴν προστασίαν σου.

Credits:
Παραγωγή, ἐπιμέλεια ἔκδοσης: Ἱερὰ Μεγίστη Μονὴ Βατοπαιδίου
Μουσικὴ, ἐπεξεργασία: Κωνσταντῖνος Ἀγγελίδης, Γεώργιος Κωνσταντίνου,
Κωνσταντῖνος
Λανάρας
Ἀντιγραφὴ μουσικῶν κειμένων
καὶ ἐπεξεργασία: Κωνσταντῖνος Κιόχος
Ἐπεξεργασία ἤχου: Κωνσταντῖνος Ἀγγελίδης, Γεώργιος Κωνσταντίνου,
Κωνσταντῖνος
Λανάρας
Φωτογραφίες: Πατέρες Ἱ.Μ.Μ. Βατοπαιδίου
Ἡ ἠχογράφηση πραγματοποιήθηκε
στὴν Ἱερὰ Μεγίστη Μονὴ Βατοπαιδίου τὸν Ἰούνιο τοῦ 2000 ἀπὸ τὸν Νίκο Διονυσόπουλο.

#Pantanassa #IeraMegistiMoniVatopediou #ChoirOfVatopediFathers
Рекомендации по теме
Комментарии
Автор

Αυτό είναι φάρμακο για την ψυχή και το σώμα. Ευχαριστώ.

senkasenka
welcome to shbcf.ru