Ζ΄, Η΄ καὶ Θ΄ ᾠδὲς τοῦ κανόνα

preview_player
Показать описание
Ζ΄, Η΄ καὶ Θ΄ ᾠδὲς τοῦ κανόνα

Ποιητικά Κείμενα:
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Πόθῳ καὶ πίστει σοι προστρέχω, παραμύθησον, Παραμυθία Κόρη, παραμύθιον σύ, Μονῆς Βατοπαιδίου, πάλαι παραμυθήσασα, μοναστὰς ἀπειλουμένους.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἔλαφος γέγονα διψῶσα, τὰς πηγὰς ἐκζητῶν, Παρθένε σῶν ὑδάτων· τοῦ ἐλέους τοῦ σοῦ, ῥανίδα πότισόν με, τῷ σῷ ναῷ προστρέχοντα, ὦ σεπτὴ Παραμυθία.
Δόξα Πατρί…
Γλυκυτέρα φωνῆς τῆς ἀηδόνος, μέλι στάζουσα, ἠκούσθη ἡ φωνή σου, καὶ διέσωσε πρίν, Μονὴν Βατοπαιδίου· ἀλλὰ καὶ νῦν διάσῳζε, πάμφωτε Παραμυθία.
Καὶ νῦν…
Σκευωρίας ματαίωσον Παρθένε, πονηρὰς καὶ δεινάς, κατὰ τοῦ Ὄρους Ἄθω, ἐν ἐσχάτοις καιροῖς ἀφρόνως μελετώντων, Παραμυθία, σῴζουσα, ὃ οἰκεῖον ᾐρετίσω.

ᾨδὴ η΄. Τὸν Βασιλέα, τῶν οὐρανῶν.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐπὶ σοὶ χαίρει, πᾶσα ἡ κτίσις, Ἀγγέλων τὰ συστήματα καὶ τῶν ἀνθρώπων γένος· ἔψαλλον τὰ πλήθη, τῶν μοναστῶν Παρθένε.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Παραμυθίαν, ἐπαινέσωμεν πάντες, δεχομένην τῶν μοναστῶν τὸν ὕμνον, καὶ λυτρωσαμένην, ἐκ πειρατῶν βεβήλων.
Δόξα Πατρί…
Τῶν ποιημάτων, Κόρη, δεσπόζεις παντοίων, ἐπιγείων τε καὶ τῶν ἐπουρανίων, ὦ Παραμυθία, κρατοῦσα θεῖον Ἴον.
Καὶ νῦν…
Τὸν Βασιλέα, τῶν βασιλέων κρατοῦσα, βασιλείας βασιλικὴν Μονήν σου, μοναστὰς οἰκοῦντας, Βασίλισσα ἀξίου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ναῷ σου τῷ ἁγίῳ, πίστει προσιόντες, οἱ διὰ σοῦ σεσωσμένοι, Παραμυθία ἁγνή, τὸν ταπεινὸν ἡμῶν ὕμνον, σοὶ ἀναμέλπομεν.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Βοήθησον φυλάξαι, ὦ Παραμυθία, ἐπαγγελίας ἡμῶν ἃς ἐδώκαμεν, ὅτε τὸ Σχῆμα ἐλάβομεν, τῷ Θεῷ ἡμῶν.
Δόξα Πατρί…
Μονήν σου τὴν ἁγίαν, ὦ Παραμυθία, τοῦ ἐμφυλίου πολέμου ἀπάλλαττε, ὅπως Υἱοῦ σου δοξάζηται θεῖον ὄνομα.
Καὶ νῦν…
Περαίνοντες τὸν ὕμνον, Χαῖρέ σοι βοῶμεν, τῇ θαυμαστῇ σου εἰκόνι προσπίπτοντες, μετὰ δακρύων αἰτοῦντες, πταισμάτων ἄφεσιν.

Credits:
Παραγωγή, ἐπιμέλεια ἔκδοσης: Ἱερὰ Μεγίστη Μονὴ Βατοπαιδίου
Μουσικὴ, ἐπεξεργασία: Κωνσταντῖνος Ἀγγελίδης, Γεώργιος Κωνσταντίνου,
Κωνσταντῖνος
Λανάρας
Ἀντιγραφὴ μουσικῶν κειμένων
καὶ ἐπεξεργασία: Κωνσταντῖνος Κιόχος
Ἐπεξεργασία ἤχου: Κωνσταντῖνος Ἀγγελίδης, Γεώργιος Κωνσταντίνου,
Κωνσταντῖνος
Λανάρας
Φωτογραφίες: Πατέρες Ἱ.Μ.Μ. Βατοπαιδίου
Ἡ ἠχογράφηση πραγματοποιήθηκε
στὴν Ἱερὰ Μεγίστη Μονὴ Βατοπαιδίου τὸν Ἰούνιο τοῦ 2000 ἀπὸ τὸν Νίκο Διονυσόπουλο.

Seventh, Eighth & Ninth odes tou kanona | Paraklitikos Kanon Panagias Tis Paramithias

#Paramithia #IeraMegistiMoniVatopediou #ChoirOfVatopediFathers
Рекомендации по теме