filmov
tv
Ἐκτενὴς δέησις | Η Θεία Λειτουργία | Official Music Score Video

Показать описание
Ἐκτενὴς δέησις, «Ἐν πρώτοις μνήσθητι...», καὶ τὰ πρὸ τῆς θείας Κοινωνίας
Ποιητικά κείμενα:
Ὁ ἱερεύς: Ἐν πρώτοις μνήσθητι, Κύριε, τοῦ ἀρχιεπισκόπου ἡμῶν Βαρθολομαίου, ὃν χάρισαι ταῖς ἁγίαις σου Ἐκκλησίαις ἐν εἰρήνῃ, σῷον, ἔντιμον, ὑγιᾶ, μακροημερεύοντα καὶ ὀρθοτομοῦντα τὸν λόγον τῆς σῆς ἀληθείας.
Ὁ διαβαστής: Κύριε, ἐλέησον.
Ὁ ἱερεύς: Καὶ δὸς ἡμῖν, ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ, δοξάζειν καὶ ἀνυμνεῖν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ διαβαστής: Ἀμήν.
Ὁ ἱερεύς: Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν.
Ὁ διαβαστής: Καὶ μετὰ τοῦ πνεύματός σου.
Ὁ διάκονος: Πάντων τῶν ἁγίων μνημονεύσαντες, ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὁ διαβαστής: Κύριε, ἐλέησον.
Ὁ διάκονος: Ὑπὲρ τῶν προσκομισθέντων καὶ ἁγιασθέντων τιμίων δώρων, τοῦ Κυρίου δεηθῶμεν.
Ὁ διαβαστής: Κύριε, ἐλέησον.
Ὁ διάκονος: Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ὁ προσδεξάμενος αὐτὰ εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον καὶ νοερὸν αὐτοῦ θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ἀντικαταπέμψῃ ἡμῖν τὴν θείαν χάριν καὶ τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος δεηθῶμεν.
Ὁ διαβαστής: Κύριε, ἐλέησον.
Ὁ διάκονος: Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ὁ διαβαστής: Κύριε, ἐλέησον.
Ὁ διάκονος: Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Ὁ διαβαστής: Κύριε, ἐλέησον.
Ὁ διάκονος: Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Ὁ διαβαστής: Παράσχου, Κύριε.
Ὁ διάκονος: Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Ὁ διαβαστής: Παράσχου, Κύριε.
Ὁ διάκονος: Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Ὁ διαβαστής: Παράσχου, Κύριε.
Ὁ διάκονος: Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Ὁ διαβαστής: Παράσχου, Κύριε.
Ὁ διάκονος: Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Ὁ διαβαστής: Παράσχου, Κύριε.
Ὁ διάκονος: Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ, αἰτησώμεθα.
Ὁ διαβαστής: Παράσχου, Κύριε.
Ὁ διάκονος: Τὴν ἑνότητα τῆς πίστεως καὶ τὴν κοινωνίαν τοῦ Ἁγίου Πνεύματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὁ διαβαστής: Σοί, Κύριε.
Ὁ ἱερεύς: Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παῤῥησίας, ἀκατακρίτως τολμᾶν ἐπικαλεῖσθαι σὲ τὸν ἐπουράνιον Θεὸν Πατέρα καὶ λέγειν. Ἡ Κυριακὴ Προσευχή Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ ἱερεύς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ διαβαστής: Ἀμήν. Ὁ ἱερεύς: Εἰρήνη πᾶσι.
Ὁ διαβαστής: Καὶ τῷ πνεύματί σου.
Ὁ διάκονος: Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Ὁ διαβαστής: Σοί, Κύριε. Ὁ ἱερεύς: Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ διαβαστής: Ἀμήν.
Ὁ διάκονος: Πρόσσχωμεν.
Ὁ ἱερεύς: Τὰ ἅγια τοῖς ἁγίοις.
Ὁ διαβαστής: Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Ektenis deisis | Choir of Vatopedi Fathers
Credits:
Παραγωγή, ἐπιμέλεια ἔκδοσης: Ἱερὰ Μεγίστη Μονὴ Βατοπαιδίου Διεύθυνση χοροῦ: Γεώργιος Ν. Κωνσταντίνου Ἐπεξεργασία ἤχου: †Χρῆστος Κοσμᾶς στὰ Echo Recording Studios Ἀντιγραφὴ μουσικῶν κειμένων καὶ ἐπεξεργασία: Κωνσταντῖνος Κιόχος Φωτογραφίες: Πατέρες Ἱ.Μ.Μ. Βατοπαιδίου Μετάφραση στὴν ἀγγλική: Ἱ.Μ.Μ. Βατοπαιδίου Ἡ ἠχογράφηση πραγματοποιήθηκε στὸ Καθολικὸ τῆς Ἱερᾶς Μεγίστης Μονῆς τοῦ Βατοπαιδίου τὸν Ἰούλιο τοῦ 2007 ἀπὸ τὸν Χρῆστο Κοσμᾶ.
#AgiouIoannouChrisostomou #IeraMegistiMoniVatopediou #ChoirOfVatopediFathers