Ἀπόλυσις | Η Θεία Λειτουργία | Official Music Score Video

preview_player
Показать описание
Ἀπόλυσις

Ποιητικά κείμενα:

Ὁ διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ διαβαστής: Κύριε, ἐλέησον.
Ὁ ἱερεύς: Εὐλογία Κυρίου καὶ ἔλεος ἔλθοι ἐφ᾿ ὑμᾶς, τῇ αὐτοῦ θείᾳ χάριτι καὶ φιλανθρωπίᾳ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ διαβαστής: Ἀμήν.
Ὁ ἱερεύς: Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ὁ διαβαστής: Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κύριε, ἐλέησον. (γ´) Πάτερ ἅγιε, εὐλόγησον.
Ὁ ἱερεύς: Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἧς καὶ τὴν σύναξιν ἐπιτελοῦμεν, χάριτι καὶ σκέπῃ τῆς τιμίας καὶ πανακηράτου Αὐτῆς Ἁγίας Ζώνης· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων θεοστέπτων μεγάλων βασιλέων καὶ ἰσαποστόλων Κωνσταντίνου καὶ Ἑλένης· τῶν ἐν ἁγίοις πατέρων ἡμῶν Σάβα ἀρχιεπισκόπου Σερβίας, Γρηγορίου τοῦ Παλαμᾶ καὶ Θεοφάνους Περιθεωρίου τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου καὶ ἰαματικοῦ Παντελεήμονος· τοῦ ἁγίου ἐνδόξου ὁσιομάρτυρος Εὐθυμίου καὶ τῶν σὺν αὐτῷ μαρτυρησάντων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν καὶ κτιτόρων τῆς ἁγίας Μονῆς ταύτης Νικολάου, Ἀθανασίου καὶ Ἀντωνίου, καὶ τῶν ὁσίων πατέρων ἡμῶν Σάβα τοῦ Βηματάρη, Σάβα τοῦ διὰ Χριστὸν Σαλοῦ, καὶ Συμεὼν τοῦ Μυροβλύτου, καὶ τῶν ὁσίων πατέρων ἡμῶν Εὐδοκίμου, Μαξίμου καὶ Ἰωακεὶμ τῶν νεοφανῶν καὶ θαυματουργῶν, καὶ πάντων τῶν ἐν ἀσκήσει καὶ ἀθλήσει διαλαμψάντων ἐν τῇ ἁγίᾳ Μονῇ ταύτῃ καὶ ἐν τῷ ἁγιωνύμῳ Ὄρει τούτῳ· τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου, καὶ πάντων τῶν Ἁγίων, ἐλεῆσαι καὶ σῶσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Ὁ ἱερεύς: Δι᾿ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ὁ χορός: Ἀμήν.

Apolisi | Choir of Vatopedi Fathers

Credits: Παραγωγή, ἐπιμέλεια ἔκδοσης: Ἱερὰ Μεγίστη Μονὴ Βατοπαιδίου Διεύθυνση χοροῦ: Γεώργιος Ν. Κωνσταντίνου Ἐπεξεργασία ἤχου: †Χρῆστος Κοσμᾶς στὰ Echo Recording Studios Ἀντιγραφὴ μουσικῶν κειμένων καὶ ἐπεξεργασία: Κωνσταντῖνος Κιόχος Φωτογραφίες: Πατέρες Ἱ.Μ.Μ. Βατοπαιδίου Μετάφραση στὴν ἀγγλική: Ἱ.Μ.Μ. Βατοπαιδίου Ἡ ἠχογράφηση πραγματοποιήθηκε στὸ Καθολικὸ τῆς Ἱερᾶς Μεγίστης Μονῆς τοῦ Βατοπαιδίου τὸν Ἰούλιο τοῦ 2007 ἀπὸ τὸν Χρῆστο Κοσμᾶ

#AgiouIoannouChrisostomou #IeraMegistiMoniVatopediou #ChoirOfVatopediFathers
Рекомендации по теме
visit shbcf.ru