Β΄ Στάσις Τυπικῶν | Η Θεία Λειτουργία | Official Music Score Video

preview_player
Показать описание
Β΄ Στάσις Τυπικῶν,
μέλος ἀγιορείτικον, ἦχος δ΄ λέγετος.

Ποιητικά κείμενα:
Β΄ Στάσις Τυπικῶν, μέλος ἀγιορείτικον, ἦχος δ΄ λέγετος
Ὁ χορός: Ἀμήν. Β’ Στάσις. Ψαλμὸς ρμε´ (145) Δόξα τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι. Αἴνει ἡ ψυχή μου τὸν Κύριον· αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου· ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Μὴ πεποίθατε ἐπ᾿ ἄρχοντας, ἐπὶ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία. Ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. Τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα, ποιοῦντα κρῖμα τοῖς ἀδικουμένοις, διδόντα τροφὴν τοῖς πεινῶσι. Κύριος λύει πεπεδημένους· Κύριος σοφοῖ τυφλούς· Κύριος ἀνορθοῖ κατεῤῥαγμένους· Κύριος ἀγαπᾷ δικαίους· Κύριος φυλάσσει τοὺς προσηλύτους. Ὀρφανὸν καὶ χήραν ἀναλήψεται, καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιὼν εἰς γενεὰν καὶ γενεάν. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς Ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς Ἁγίας Τριάδος συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ὁ διάκονος: Ἔτι καὶ ἔτι, ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὁ χορός: Κύριε, ἐλέησον.
Ὁ διάκονος: Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Ὁ χορός: Κύριε, ἐλέησον.
Ὁ διάκονος: Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὁ χορός: Σοί, Κύριε.
Ὁ ἱερεύς: Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.

Defteri stasi tipikon | Choir of Vatopedi Fathers

Credits: Παραγωγή, ἐπιμέλεια ἔκδοσης: Ἱερὰ Μεγίστη Μονὴ Βατοπαιδίου Διεύθυνση χοροῦ: Γεώργιος Ν. Κωνσταντίνου Ἐπεξεργασία ἤχου: †Χρῆστος Κοσμᾶς στὰ Echo Recording Studios Ἀντιγραφὴ μουσικῶν κειμένων καὶ ἐπεξεργασία: Κωνσταντῖνος Κιόχος Φωτογραφίες: Πατέρες Ἱ.Μ.Μ. Βατοπαιδίου Μετάφραση στὴν ἀγγλική: Ἱ.Μ.Μ. Βατοπαιδίου Ἡ ἠχογράφηση πραγματοποιήθηκε στὸ Καθολικὸ τῆς Ἱερᾶς Μεγίστης Μονῆς τοῦ Βατοπαιδίου τὸν Ἰούλιο τοῦ 2007 ἀπὸ τὸν Χρῆστο Κοσμᾶ.

#AgiouIoannouChrisostomou #IeraMegistiMoniVatopediou #ChoirOfVatopediFathers
Рекомендации по теме
join shbcf.ru