Β΄ Στάση Εγκωμίων | Mέγα Σάββατον | Official Music Score Video

preview_player
Показать описание
Β΄ Στάση Εγκωμίων | Mέγα Σάββατον | Official Music Score Video
Ἦχος πλ. α´.

Ποιητικά Κείμενα:
Ἄξιόν ἐστι, μεγαλύνειν σε τὸν ζωοδότην, τὸν ἐν τῷ Σταυρῷ τὰς χεῖρας ἐκτείναντα, καὶ συντρίψαντα τὸ κράτος τοῦ ἐχθροῦ.

Στίχ.: Αἱ χεῖρές σου ἐποίησάν με, καὶ ἔπλασάν με· συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐντολάς σου.

Ἄξιόν ἐστι, μεγαλύνειν σε τὸν πάντων Κτίστην· τοῖς σοῖς γὰρ παθήμασιν ἔχομεν, τὴν ἀπάθειαν, ῥυσθέντες τῆς φθορᾶς.

Στίχ.: Οἱ φοβούμενοί σε ὄψονταί με, καὶ εὐφρανθήσονται· ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα.

Ἔφριξεν ἡ γῆ καὶ ὁ ἥλιος, Σῶτερ ἐκρύβη, σοῦ τοῦ ἀνεσπέρου φέγγους Χριστέ, δύντος ὑπὸ γῆν σωματικῶς.

Στίχ.: ῎Εγνων, Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθείᾳ ἐταπείνωσάς με.

Ἄνω σε Σωτήρ, ἀχωρίστως τῷ Πατρὶ συνόντα, κάτω δὲ νεκρὸν ἡπλωμένον γῇ, φρίττουσιν ὁρῶντα τὰ Σεραφείμ.

Στίχ.: Γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με, κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου.

Ῥήγνυται ναοῦ, καταπέτασμα τῇ σῇ σταυρώσει, κρύπτουσι φωστῆρες, Λόγε τὸ φῶς, σοῦ κρυβέντος ἥλιε ὑπὸ γῆν.

Στίχ.: Ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι, ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν.

Θρῆνον ἱερόν, δεῦτε ᾄσωμεν Χριστῷ θανόντι, ὡς αἱ μυροφόροι γυναῖκες πρίν, ἵνα καὶ τὸ Χαῖρε ἀκουσώμεθα σὺν αὐταῖς.

Στίχ.: Αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ· ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου.

Τέτρωμαι δεινῶς, καὶ σπαράττομαι τὰ σπλάγχνα Λόγε, βλέπουσα σφαγήν σου τὴν ἄδικον, ἡ ἔλεγεν ἡ Πάναγνος ἐν κλαυθμῷ.

Στίχ.: ᾿Επιστρεψάτωσάν με οἱ φοβούμενοί σε, καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου.

Ὄμμα τὸ γλυκύ, καὶ τὰ χείλη σου πῶς μύσω Λόγε; πῶς νεκροπρεπῶς δὲ κηδεύσω σε; φρίττων ἀνεβόα ὁ Ἰωσήφ.

Στίχ.: Γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἄν μὴ αἰσχυνθῶ.

Κάλλος Λόγε πρίν, οὐδὲ εἶδος ἐν τῷ πάσχειν ἔσχες, ἀλλ᾿ ἐξαναστὰς ὑπερέλαμψας, καλλωπίσας τοὺς βροτοὺς θείαις αὐγαῖς.

Στίχ.: ᾿Εκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, εἰς τοὺς λόγους σου ἐπήλπισα.

Ἔφριξεν ἰδών, τὸ ἀόρατον φῶς σε Χριστέ μου, μνήματι κρυπτόμενον ἄπνουν τε, καὶ ἐσκότασεν ὁ ἥλιος τὸ φῶς.

Στίχ.: ᾿Εξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου, λέγοντες· πότε παρακαλέσεις με;

Ἔκλαιε πικρῶς, ἡ πανάμωμος Μήτηρ σου Λόγε, ὅτε ἐν τῷ τάφῳ ἑώρακε, σὲ τὸν ἄφραστον καὶ ἄναρχον Θεόν.

Στίχ.: ῞Οτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην.

Ἴδε μαθητήν, ὃν ἠγάπησας καὶ σὴν μητέρα, τέκνον, καὶ φθογγὴν δός, γλυκύτατον, ἔκραζε δακρύουσα ἡ ἁγνή.

Στίχ.: Πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν;

ᾍδης ὁ δεινός, συνετρόμαξεν ὅτε σε εἶδεν, ἥλιε τῆς δόξης ἀθάνατε, καὶ ἐδίδου τοὺς δεσμίους ἐν σπουδῇ.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι.

Τριαδικόν

Ἄναρχε Θεέ, συναΐδιε Λόγε καὶ Πνεῦμα, σκῆπτρα τῶν ἀνάκτων κραταίωσον, κατὰ πολεμίων ὡς ἀγαθός.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

Θεοτοκίον

Τέξασα ζωήν, παναμώμητε ἁγνὴ Παρθένε, παῦσον Ἐκκλησίας τὰ σκάνδαλα, καὶ βράβευσον εἰρήνην ὡς ἀγαθή.

Καὶ πάλιν τὸ πρῶτον τροπάριον.

Ἄξιόν ἐστι, μεγαλύνειν σε τὸν Ζωοδότην, τὸν ἐν τῷ Σταυρῷ τὰς χεῖρας ἐκτείναντα, καὶ συντρίψαντα τὸ κράτος τοῦ ἐχθροῦ.

Συναπτὴ μικρὰ καὶ ἐκφώνησις.

Credits:
Παραγωγή, ἐπιμέλεια ἔκδοσης: Ἱερὰ Μεγίστη Μονὴ Βατοπαιδίου
Μουσικὰ σχόλια: Κωνσταντῖνος Ἀγγελίδης
Ἀντιγραφὴ μουσικῶν κειμένων
καὶ ἐπεξεργασία: Κωνσταντῖνος Κιόχος
Ἐπεξεργασία ἤχου: Κωνσταντῖνος Ἀγγελίδης, Γεώργιος Κωνσταντίνου,
Κωνσταντῖνος
Λανάρας
Φωτογραφίες: Πατέρες Ἱ.Μ.Μ. Βατοπαιδίου
Μετάφραση στὴν ἀγγλική: Geoffrey Cox - John Solman
Ἡ ἠχογράφηση πραγματοποιήθηκε στὴν Ἱερὰ Μεγίστη Μονὴ Βατοπαιδίου
στὶς 13-17 Ἰουλίου 1999 π. ἡμ. (26-30 Ἰουλίου ν. ἡμ.) ἀπὸ τὸν Νίκο Διονυσόπουλο.
Ὅλες οἱ πληροφορίες ποὺ ἀναγράφονται στὸ παρὸν εἶναι προϊὸν ἰδιοκτησίας.
Μὲ τὴν ἐπιφύλαξη κάθε νόμιμου δικαιώματος.
P + © 2000 ΙΕΡΑ ΜΕΓΙΣΤΗ ΜΟΝΗ ΒΑΤΟΠΑΙΔΙΟΥ – ΑΓΙΟΝ ΟΡΟΣ

Defteri stasi egkomion

#MegaSavvaton #IMMB #ChoirOfVatopediFathers
Рекомендации по теме
Комментарии
Автор

μπορείτε να δημοσιεύσετε ένα ζωντανό βίντεο για μοναχούς που τραγουδούν αυτό το άσμα?

LOLandia