filmov
tv
Α΄ Στάση Εγκωμίων | Mέγα Σάββατον | Official Music Score Video

Показать описание
Α΄ Στάση Εγκωμίων | Mέγα Σάββατον | Official Music Score Video
Ἦχος πλ. α´.
Ποιητικά Κείμενα:
Ἡ ζωὴ ἐν τάφῳ, κατετέθης Χριστέ, καὶ ἀγγέλων στρατιαὶ ἐξεπλήττοντο, συγκατάβασιν δοξάζουσαι τὴν σήν.
Στίχ.: Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου.
Ἡ ζωὴ πῶς θνήσκεις; πῶς καὶ τάφῳ οἰκεῖς; τοῦ θανάτου τὸ βασίλειον λύεις δέ, καὶ τοῦ ῞ᾼδου τοὺς νεκροὺς ἐξανιστᾷς.
Στίχ.: Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν.
Μεγαλύνομέν σε, Ἰησοῦ βασιλεῦ, καὶ τιμῶμεν τὴν ταφὴν καὶ τὰ πάθη σου, δι᾿ ὧν ἔσωσας ἡμᾶς ἐκ τῆς φθορᾶς.
Στίχ.: Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν.
Ὁ Δεσπότης πάντων, καθορᾶται νεκρός, καὶ ἐν μνήματι καινῷ
κατατίθεται, ὁ κενώσας τὰ μνημεῖα τῶν νεκρῶν.
Στίχ.: Σὺ ἐνετείλω τὰς ἐντολάς σου, τοῦ φυλάξασθαι σφόδρα.
Ὁ ὡραῖος κάλλει, παρὰ πάντας βροτοὺς, ὡς ἀνείδεος νεκρὸς καταφαίνεται, ὁ τὴν φύσιν ὡραΐσας τοῦ παντός.
Στίχ.: ῎Οφελον κατευθυνθείησαν αἱ ὁδοί μου, τοῦ φυλάξασθαι τὰ δικαιώματά σου.
Ἰησοῦ, γλυκύ μοι, καὶ σωτήριον φῶς, τάφῳ πῶς ἐν σκοτεινῷ κατακέκρυψαι; ὢ ἀφάτου καὶ ἀῤῥήτου ἀνοχῆς!
Στίχ.: Τότε οὐ μὴ αἰσχυνθῶ, ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου.
Δακρυῤῥόους θρήνους, ἐπὶ σὲ ἡ ἁγνὴ μητρικῶς, ὦ Ἰησοῦ, ἐπιῤῥαίνουσα, ἀνεβόα· Πῶς κηδεύσω σε, Υἱέ;
Στίχ.: ᾿Εξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας, ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου.
Ὑπὸ γῆν ἐκρύβης, ὥσπερ ἥλιος νῦν, καὶ νυκτὶ τῇ τοῦ θανάτου κεκάλυψαι· ἀλλ᾿ ἀνάτειλον φαιδρότερον, Σωτήρ.
Στίχ.: Τὰ δικαιώματά σου φυλάξω· μή με ἐγκαταλίπῃς ἕως σφόδρα.
Τὴν πλευρὰν ἐνύγης, ὁ πλευρὰν εἰληφώς, τοῦ Ἀδάμ, ἐξ ἧς τὴν Εὔαν διέπλασας, καὶ ἐξέβλυσας κρουνοὺς καθαρτικούς.
Στίχ.: ᾿Εν τίνι κατορθώσει νεώτερος τὴν ὁδόν αὐτοῦ; ἐν τῷ φυλάσσεσθαι τοὺς λόγους σου.
Προσκυνῶ τὸ πάθος, ἀνυμνῶ τὴν ταφήν, μεγαλύνω σου τὸ κράτος, φιλάνθρωπε, δι᾿ ὧν λέλυμαι παθῶν φθοροποιῶν.
Στίχ.: Ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε· μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου.
Οἴμοι, φῶς τοῦ κόσμου! οἴμοι, φῶς τὸ ἐμόν, Ἰησοῦ μου ποθεινότατε, ἔκραζεν, ἡ Παρθένος θρηνῳδοῦσα γοερῶς.
Στίχ.: ᾿Εν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι.
Ὦ Θεὲ καὶ Λόγε, ὦ χαρὰ ἡ ἐμή, πῶς ἐνέγκω σου ταφὴν τὴν τριήμερον; νῦν σπαράττομαι τὰ σπλάγχνα μητρικῶς.
Στίχ.: ᾿Εν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου.
Θέλων ὤφθης Λόγε, ἐν τῷ τάφῳ νεκρός· ἀλλὰ ζῇς καὶ τοὺς βροτούς, ὡς προείρηκας, ἀναστάσει σου Σωτήρ μου ἐγερεῖς.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι.
Τριαδικόν
Ἀνυμνοῦμεν Λόγε, σὲ τὸν πάντων Θεόν, σὺν Πατρὶ καὶ τῷ Ἁγίῳ σου Πνεύματι, καὶ δοξάζομεν τὴν θείαν σου ταφήν.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον
Μακαρίζομέν σε, Θεοτόκε ἁγνή, καὶ τιμῶμεν τὴν ταφὴν τὴν τριήμερον, τοῦ Υἱοῦ σου καὶ Θεοῦ ἡμῶν πιστῶς.
Καὶ πάλιν τὸ πρῶτον τροπάριον.

Συναπτὴ μικρὰ καὶ ἐκφώνησις.
Credits:
Παραγωγή, ἐπιμέλεια ἔκδοσης: Ἱερὰ Μεγίστη Μονὴ Βατοπαιδίου
Μουσικὰ σχόλια: Κωνσταντῖνος Ἀγγελίδης
Ἀντιγραφὴ μουσικῶν κειμένων
καὶ ἐπεξεργασία: Κωνσταντῖνος Κιόχος
Ἐπεξεργασία ἤχου: Κωνσταντῖνος Ἀγγελίδης, Γεώργιος Κωνσταντίνου,
Κωνσταντῖνος
Λανάρας
Φωτογραφίες: Πατέρες Ἱ.Μ.Μ. Βατοπαιδίου
Μετάφραση στὴν ἀγγλική: Geoffrey Cox - John Solman
Ἡ ἠχογράφηση πραγματοποιήθηκε στὴν Ἱερὰ Μεγίστη Μονὴ Βατοπαιδίου
στὶς 13-17 Ἰουλίου 1999 π. ἡμ. (26-30 Ἰουλίου ν. ἡμ.) ἀπὸ τὸν Νίκο Διονυσόπουλο.
Ὅλες οἱ πληροφορίες ποὺ ἀναγράφονται στὸ παρὸν εἶναι προϊὸν ἰδιοκτησίας.
Μὲ τὴν ἐπιφύλαξη κάθε νόμιμου δικαιώματος.
P + © 2000 ΙΕΡΑ ΜΕΓΙΣΤΗ ΜΟΝΗ ΒΑΤΟΠΑΙΔΙΟΥ – ΑΓΙΟΝ ΟΡΟΣ
Proti stasi egkomion
#MegaSavvaton #IMMB #ChoirOfVatopediFathers