ΥΜΝΟΙ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ: Πᾶσα πνοή... Στιχηρά τῶν αἶνων.

preview_player
Показать описание
ΟΡΘΟΔΟΞΗ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗ ΒΥΖΑΝΤΙΝΗ ΧΟΡΩΔΙΑ (Ο.Ε.ΒΥ.Χ.) Διδασκαλία - διεύθυνση: ΜΙΧΑΛΗΣ ΜΑΚΡΗΣ.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Εὐφραίνεσθε Δίκαιοι, οὐρανοὶ ἀγαλλιᾶσθε, σκιρτήσατε τὰ ὄρη, Χριστοῦ γεννηθέντος, Παρθένος καθέζεται, τὰ Χερουβὶμ μιμουμένη, βαστάζουσα ἐν κόλποις, Θεόν Λόγον σαρκωθέντα. Ποιμένες τὸν τεχθέντα δοξάζουσι. Μάγοι τῷ Δεσπότῃ δῶρα προσφέρουσιν. Ἄγγελοι ἀνυμνοῦντες λέγουσιν, Ἀκατάληπτε Κύριε, δόξα σοι.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Ὁ Πατὴρ εὐδόκησεν, ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἡ Παρθένος ἔτεκε, Θεὸν ἐνανθρωπήσαντα, Ἀστὴρ μηνύει. Μάγοι προσκυνοῦσι. Ποιμένες θαυμάζουσι, καὶ ἡ κτίσις ἀγάλλεται.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Θεοτόκε Παρθένε, ἡ τεκοῦσα τὸν Σωτήρα, ἀνέτρεψας τὴν πρώτην κατάραν τῆς Εὔας, ὅτι Μήτηρ γέγονας, τῆς εὐδοκίας τοῦ Πατρός, βαστάζουσα ἐν κόλποις, Θεὸν Λόγον σαρκωθέντα, οὐ φέρει τὸ μυστήριον ἔρευναν, πίστει μόνῃ τοῦτο πάντες δοξάζομεν, κράζοντες μετὰ σοῦ καὶ λέγοντες. Ἀνερμήνευτε Κύριε, δόξα σοι.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Δεῦτε ἀνυμνήσωμεν, τὴν Μητέρα τοῦ Σωτῆρος, τὴν μετὰ τόκον πάλιν ὀφθεῖσαν Παρθένον. Χαίροις Πόλις ἔμψυχε, τοῦ Βασιλέως καὶ Θεοῦ, ἐν ᾗ Χριστὸς οἰκήσας, σωτηρίαν εἰργάσατο. Μετὰ τοῦ Γαβριὴλ ἀνυμνοῦμέν σε, μετὰ τῶν Ποιμένων δοξάζομεν κράζοντες΄ Θεοτόκε πρέσβευε, τῷ ἐκ σοῦ σαρκωθέντι, σωθῆναι ἡμᾶς.(Ἦχος δ’).
Рекомендации по теме
Комментарии
Автор

Χριστος γενναται δοξασατε!!! Δοξάσατε, απάντήσατε, υψώθητε!!!

ΕΥΑΓΓΕΛΟΣΧΑΤΖΗΓΕΩΡΓΙΟΥ-οω
Автор

Δόξα σε Εσένα άπειρε Θεέ και Λόγε 💔💔💔✝️✝️✝️

stamzou