ΟΡΦΙΚΟΣ ΥΜΝΟΣ ΔΙΟΣ

preview_player
Показать описание
Διός, θυμίαμα στύρακα

Ζεῦ πολυτίμητε, Ζεῦ ἄφθιτε, τήνδε τοι ἡμεῖς μαρτυρίην τιθέμεσθα λυτήριον ἠδὲ πρόσευξιν. ὦ βασιλεῦ, διὰ σὴν κεφαλὴν ἐφάνη τάδε πάντα, γαῖα θεὰ μήτηρ ὀρέων θ' ὑψηχέες ὄχθοι, καὶ πόντος καὶ πάνθ', ὁπόσ' οὐρανὸς ἐντὸς ἔταξε Ζεῦ Κρόνιε, σκηπτοῦχε, καταιβάτα, ὀμβριμόθυμε, παντογένεθλ', ἀρχὴ πάντων, πάντων τε τελευτή, σεισίχθων, αὐξητά, καθάρσιε, παντοτινάκτα, ἀστραπαῖε, βρονταῖε, κεραύνιε, φυτάλιε Ζεῦ κλῦθί μευ, αἰολόμορφε, δίδου δ' ὑγίειαν ἀμεμφῆ εἰρήνην τε θεὰν καὶ πλούτου δόξαν ἄμεμπτον.
Рекомендации по теме