filmov
tv
Κεκραγάρια καὶ Στιχηρά Προσόμοια Εσπερινού Χριστουγέννων

Показать описание
Ἦχος β´
Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου · πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ · εἰσάκουσόν μου, Κύριε. Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ · εἰσάκουσόν μου, Κύριε. Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου · εἰσάκουσόν μου, Κύριε. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις · εἰσάκουσόν μου, Κύριε. Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν
αὐτῶν · εἰσάκουσόν μου, Κύριε. Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου · εἰσάκουσόν μου, Κύριε.
Στιχηρὰ Προσόμοια
Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Ὡς ὡράθης, Χριστέ, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐκ Παρθένου τικτόμενος καὶ τοῖς σπαργάνοις ἐνειλούμενος ὥσπερ νήπιον καὶ ἐν φάτνῃ ἀνακλινόμενος, δῆμος ἀγγέλων ἐξ ὕψους ἐδόξαζε τὴν πολλὴν σου πρὸς ἀνθρώπους οἰκονομίαν ὁ διὰ σπλάγχνα οἰκτιρμῶν σάρκα περιβαλλόμενος καὶ τὸ πρόσλημμα θεώσας τῶν βροτῶv, Κύριε, δόξα σοι.
Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Ὡς ὡράθης, Χριστέ, ἐκ γυναικὸς σεσαρκωμένος κατεπλήττετο τὴν σὴν συγκατάβασιν ἡ σὲ τεκοῦσα καὶ δακρύουσα, σῶτερ, ἔλεγε· Πῶς σε βρέφος φέρω τὸν ἄχρονον; Γάλακτι δε σε πῶς τρέφω, τόν τρέφοντα πᾶσαν κτίσιν θεϊκῇ σου τῇ δυναστείᾳ; Ὁ διὰ σπλάγχνα οἰκτιρμῶν
σάρκα περιβαλλόμενος καὶ τὸ πρόσλημμα θεώσας τῶν βροτῶv, Κύριε, δόξα σοι.
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Ὡς ὡράθης, σωτήρ, ὁ βασιλεύων τῶν αἰώνων ὑπὸ μάγων εὐσεβῶς προσκυνούμενος ὁδηγηθέντων δι’ ἀστέρος σου, δόξης ἥλιε, τήν πτωχείαν σου κατεπλήττοvτο, δῶρα χρυσὸν δὲ καὶ σμύρναν και λίβανον σοὶ προσήξαν ἐπὶ φάτνης ἀνακειμένῳ· ὁ διὰ σπλάγχνα οἰκτιρμῶν σάρκα περιβαλλόμενος καὶ τὸ πρόσλημμα θεώσας τῶν βροτῶv, Κύριε, δόξα σοι.
Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Ὡς ὡράθης, Χριστέ, ἐπὶ τῆς γῆς ἐπιδημήσας καὶ πτωχεύσας συμπαθῶς τὸ ἀλλότριον πᾶσα ἡ κτίσις ὡς δεσπότῃ σοι προσεκόμιζε χαριστήριον ὕμνον χαίρουσα γένος ἀνθρώπων τὴν σὲ κυήσασαν· γῆ τὸ σπήλαιον, οἱ μάγοι τὰ δῶρα· ὁ διὰ σπλάγχνα οἰκτιρμῶν σάρκα περιβαλλόμενος καὶ τὸ πρόσλημμα θεώσας τῶν βροτῶv, Κύριε, δόξα σοι.
Ἕτερα Προσόμοια
Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Ἄγγελοι ἐν σπηλαίῳ ἐπιστάντες ὕμνουν σε, Κύριε, τεχθέντα ἐκ Παρθένου ὡς ἄνθρωπον
μάγοι δὲ καὶ ποιμένες σὺν αὐτοῖς, Χριστέ, προσεκύνουν σε ἐν φάτνῃ ἀνακείμενον νήπιον· οἱ μὲν καταπλαγέντες τὴν πτωχείαν, Λόγε, σου τὴν ξένην, οἱ δέ δῶρα χρυσόν σοι κομίζοντες καὶ σμύρναν καὶ λίβανον μεθ’ ὧν βοῶμέν σοι, εὐεργέτα τῶν ἁπάντων Κύριε, δόξα σοι.
Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Τόν ἥλιον τῆς δόξης φωτειvῆς σου μήτρας ἀνίσχουσα, ὦ κεχαριτωμένη πανάμωμε, τοῖς ἐν σκότει τοῦ βίου ταῖς ἀκτῖσι θελήσαντα ἐφαπλῶσαι εἰς φαῦσιν σωτήριον παρθένος μετὰ τόκον ὡς πρὸ τόκου μένεις ὑπὲρ λόγον καὶ τοῦτον τοῖς σπαργάνοις ὡς νέφεσι καλύπτεις φωτίζοντα τοὺς πίστει κράζοντας, εὐεργέτα τῶν ἁπάντων Κύριε, δόξα σοι.
Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Ἡ κτίσις ἐφωτίσθη ἐπὶ γῆς τεχθέντος σου, δέσποτα, καὶ ἅγγελοί σε φόβῳ ἀνύμνησαν ποιμένες μετὰ μάγων εὐσεβῶς σε ἐδόξαζον ὡς πτωχεύσαντα, Λόγε,κατεῖδόν σε, καὶ σπάργανα φοροῦντα δι’ ὧν πάντων ἔλυσας, οἰκτίρμον, σειρὰς τῶν ἐγκλημάτων συνδήσας ἀφθαρσίᾳ ἡμῶν τὴν ζωὴν τῶν ἐκβοώντων σοι· εὐεργέτα τῶν ἁπάντων, Κύριε, δόξα σοι.