Στιχηρά προσόμοια εσπερινού. Ήχος α'

preview_player
Показать описание
Τρία στιχηρά προσόμοια του εσπερινού Αγίας Σοφίας και των θυγατέρων αυτής Πίστεως, Ελπίδος & Αγάπης. Σε μέλος αργό ειρμολογικό.

Τίτλος: Σήμερον πιστοὶ χορεύσωμεν, Βαβαί! τῶν σῶν θαυμασίων Χριστέ!, Τὴν σήν, Σοφία, μετάστασιν.
Ήχος: Πρώτος
Μουσική προσαρμογή: Μυλωνάκης Μιχ. Νικόλαος
Ψάλλει: Μυλωνάκης Μιχ. Νικόλαος
Άλμπουμ: Ακολουθία Αγίας Σοφίας & των θυγατέρων αυτής Πίστεως, Ελπίδος & Αγάπης

Ἦχος α´. Ὢ τοῦ παραδόξου θαύματος.
Σήμερον πιστοὶ χορεύσωμεν, ἐν ψαλμοῖς καὶ ὕμνοις τῷ Κυ- ρίῳ ᾄδοντες· τιμῶντες καὶ τὰς αὐτοῦ παρθενομάρτυρας· τὴν Πίστιν τὴν τὸν Χριστόν, ἐν τῷ σταδίῳ ἀνδρείως κηρύξασαν· Ἐλπίδα τὴν θαυμαστήν, δυνάμει θείᾳ ἀπίστους ἐλέγξασαν· καὶ σὺν τῇ Ἀγάπῃ πάντες, ψαλμικῶς βοήσωμεν. Σὲ νυμφίε ποθοῦμεν, ὑπὲρ σοῦ καὶ θανατούμεθα.

Βαβαί! τῶν σῶν θαυμασίων Χριστέ! ὅτι καὶ γυναῖκες, ἐν στα- δὶῳ ὢφθησαν· βασάνοις τε ἑαυτάς, ἀνδρειοφρόνως προθύμως παρέδωκαν, τῇ νάφθᾳ καὶ τῷ πυρί, καὶ τῇ ἀσφάλτῳ γενναίως παλαίσασαι· μαρτύρων ἐν τοῖς χοροῖς, τὴν κεφαλὴν ἐκτμηθεῖσαι ἠρίθμηνται· καὶ στεφάνους νίκης, παρὰ σοῦ εἰλήφασιν, ἀμοιβὴν τῶν ἀγώνων, ἐκ χειρῶν σου κομισάμεναι.

Τὴν σήν, Σοφία, μετάστασιν, ἐπικαλεσθεῖσα, ἐκ Θεοῦ ἀπείληφας· ποθήσασα τὰς μονάς, ἔνθα σῶν γόνων ψυχαὶ συνηυφραίνοντο, τῆς Πίστεως τῆς σεμνῆς, ὁμοῦ Ἐλπίδος, Ἀγάπης, τῶν τέκνων σου· καὶ χάριν παρὰ Θεοῦ, τῶν ἰαμάτων ἐδέξω ἀοίδιμε· τοὺς ἁγίους γὰρ πάντας, τοὺς ἐν γῇ ὁ Κύριος, ἐθαυμάστωσεν ὄντως. Δόξα κράξωμεν τῷ κρατεῖ Αὐτοῦ.

#ΑγίαΣοφία #Πίστις #Ελπίς #Αγάπη #προσευχή #εσπερινος #όρθρος #ΘείαΛειτουργία #βυζαντινή #μουσική #ύμνοι #ψαλμοί #ήχος #εκκλησία #ψάλτης #μουσικόσυναξαρι #mousiko #synaxari
Рекомендации по теме