Κοντάκιο, οίκος, συναξάρι εορτής

preview_player
Показать описание
Κοντάκιο, Οἶκος καὶ Συναξάρι τῆς ἑορτῆς

Ποιητικά Κείμενα:
Κοντάκιον.
Ἦχος πλ. δ΄. Αὐτόμελον.
Τῇ Ὑπερμάχῳ Στρατηγῷ τὰ νικητήρια,
ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια,
ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε.
Ἀλλ’ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον,
ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον,
ἵνα κράζω σοι· Χαῖρε Νύμφη ἀνύμφευτε.
Ὁ Οἶκος.
Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν
τῇ Θεοτόκῳ τὸ Χαῖρε· καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ,
σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο καὶ ἵστατο,
κραυγάζων πρὸς αὐτὴν τοιαῦτα·
Χαῖρε, δι’ ἧς ἡ χαρὰ ἐκλάμψει·
χαῖρε, δι’ ἧς ἡ ἀρὰ ἐκλείψει.
Χαῖρε, τοῦ πεσόντος Ἀδὰμ ἡ ἀνάκλησις·
χαῖρε τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.
Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς·
χαῖρε, βάθος δυσθεώρητον καὶ Ἀγγέλων ὀφθαλμοῖς.
Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα·
χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.
Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν ἥλιον·
χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.
Χαῖρε, δι’ ἧς νεουργεῖται ἡ κτίσις·
χαῖρε, δι’ ἧς βρεφουργεῖται ὁ Κτίστης.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Συναξάριον.
Τῇ ΚΕ΄ τοῦ αὐτοῦ μηνός, ὁ Εὐαγγελισμὸς τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας.
Στίχοι.
Ἤγγειλεν Υἱὸν ἄγγελος τῇ Παρθένῳ,
Πατρὸς μεγίστης Ἄγγελον βουλῆς Μέγαν.
Γήθεο τῇ Μαρίῃ ἔφατ’ ἄγγελος εἰκάδι πέμπτῃ.
Ταῖς τῆς παναχράντου Θεοτόκου πρεσβείαις, Χριστὲ
ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Credits:
Παραγωγή, ἐπιμέλεια ἔκδοσης: Ἱερὰ Μεγίστη Μονὴ Βατοπαιδίου
Μουσικὴ, ἐπεξεργασία: Κωνσταντῖνος Ἀγγελίδης, Γεώργιος Κωνσταντίνου,
Κωνσταντῖνος
Λανάρας
Ἀντιγραφὴ μουσικῶν κειμένων
καὶ ἐπεξεργασία: Κωνσταντῖνος Κιόχος
Ἐπεξεργασία ἤχου: Κωνσταντῖνος Ἀγγελίδης, Γεώργιος Κωνσταντίνου,
Κωνσταντῖνος
Λανάρας
Φωτογραφίες: Πατέρες Ἱ.Μ.Μ. Βατοπαιδίου
Ἡ ἠχογράφηση πραγματοποιήθηκε στὴν Ἱερὰ Μεγίστη Μονὴ Βατοπαιδίου
στὶς 18-21 Ἰουνίου 2002 π. ἡμ. (1-4 Ἰουλίου ν. ἡμ.) ἀπὸ τὸν Νίκο Διονυσόπουλο.
Ὅλες οἱ πληροφορίες ποὺ ἀναγράφονται στὸ παρὸν εἶναι προϊὸν ἰδιοκτησίας.
Μὲ τὴν ἐπιφύλαξη κάθε νόμιμου δικαιώματος.
P + © 2003 ΙΕΡΑ ΜΕΓΙΣΤΗ ΜΟΝΗ ΒΑΤΟΠΑΙΔΙΟΥ – ΑΓΙΟΝ ΟΡΟΣ

Kontakio, ikos kai sinaxari

#Theotokos #IeraMegistiMoniVatopediou #ChoirofVatopediFathers #IMMB
Рекомендации по теме