filmov
tv
Κοντάκιο, οίκος, συναξάρι | Ύμνοι επί τη καταθέσει της Τιμίας Ζώνης της Θεοτόκου

Показать описание
Κοντάκιο, Οἶκος καὶ τὸ Συναξάρι | Ύμνοι επί τη καταθέσει της Τιμίας Ζώνης της Θεοτόκου
Ποιητικά Κείμενα:
Κοντάκιον
Ἦχος πλ. δ´. «Τῇ ὑπερμάχῳ»
Τῆς Θεοτόκου τὴν σεπτὴν Ζώνην ὑμνήσωμεν,
ὡς χορηγοῦσαν τοῖς πιστοῖς πᾶσιν ἰάματα, ἀναμέλποντες,
ἐφύμνια μετὰ πόθου· ὡς τὸ σῶμα τῆς Πανάγνου περιζώσασαν,
καὶ Θεὸν τον ἐν κοιλίᾳ περιστείλασαν, ἀνακράζοντες·
Χαίροις Ζώνη Πανέντιμε.
Ὁ Οἶκος
Ἄγγελοι οὐρανόθεν, καὶ βροτῶν πᾶσα φύσις,
συμφώνως ἀνυμνήσωμεν πάντες, τὴν Ζώνην τῆς Παρθένου Ἁγνῆς,
πολλῶν γὰρ θαυμάτων αὐτουργὸς πέφηνε·
διόπερ γηθοσύνως μεγαλύνοντες πιστῶς βοῶμεν·
Χαῖρε, ἡ Ζώνη Μητρὸς Κυρίου,
χαῖρε, πηγὴ μυστηρίου θείου.
Χαῖρε, ἀσθενείας λοιμὸν καταπαύσασα,
χαῖρε, ἐναντίους ἐχθροὺς καταθραύσασα.
Χαῖρε, ἶρις ἡ οὐράνιος τῆς Θεοῦ καταλλαγῆς,
χαῖρε, κλίμαξ ἐπανάγουσα τοὺς πιστοὺς πρὸς οὐρανούς.
Χαῖρε, ὅτι ἐναπέπνιξας τὸν ἀρχέκακον ὄφιν,
χαῖρε, ὅτι ἀπενέκρωσας τὸν ἀντίπαλον σίντην.
Χαῖρε, δι᾿ ἧς τῶν δεινῶν ἐκλυτρούμεθα,
χαῖρε, δι᾿ ἧς πᾶν καλὸν ποριζόμεθα.
Χαῖρε, σορὸς ἀσθενῶν ἰατρεία,
χαῖρε, μονῆς τῆσδε ἡ σωτηρία.
Χαῖρε Ζώνη Πανέντιμε.
Συναξάριον
Τῇ λα´ τοῦ αὐτοῦ μηνός, ἡ ἀνάμνησις τῆς ἐν τῇ ἁγίᾳ Σορῷ Καταθέσεως τῆς τιμίας Ζώνης τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου, ἐν τῷ σεβασμίῳ αὐτῆς οἴκῳ, τῷ ὄντι ἐν τοῖς Χαλκοπρατείοις, ἀνακομισθείσης ἀπὸ τῆς ἐπισκοπῆς Ζήλας ἐπὶ Ἰουστινιανοῦ τοῦ βασιλέως, ἐν ἔτει φλ´ (530). Ἔτι δὲ μνήμη τοῦ θαύματος τοῦ γεγονότος διὰ τῆς ἐπιθέσεως, τῆς τιμίας Ζώνης εἰς τὴν βασίλισσαν Ζωήν, τὴν σύζυγον τοῦ ἐν βασιλεῦσιν ἀοιδίμου Λέοντος τοῦ Ϛ΄ τοῦ σοφοῦ, ἐν ἔτει ωπϚ´ (886).
Στίχοι
Χρυσῆν κορωνίδ᾿ οἶα, σεμνὴ Παρθένε,
Τῷ τοῦ χρόνου τίθημι σὴν Ζώνην τέλει.
Θέντο Σορῷ Ζώνην πρώτῃ Πανάγνου τριακοστῇ.
Ταῖς τῆς Παναμώμου πρεσβείαις, ἐλέησον ἡμᾶς Κύριε,
ὁ ἐξ αὐτῆς ἀσπόρως τεχθείς. Ἀμήν.
Credits:
Παραγωγή, επιμέλεια: Ιερά Μεγίστη Μονή Βατοπαιδίου
Διεύθυνση χορού: Γεώργιος Ν. Κωνσταντίνου
Αντιγραφή μουσικών κειμένων: Κωνσταντίνος Κιόχος
Επεξεργασία ήχου: Πατέρες Ι.Μ.Μ. Βατοπαιδίου
Η ηχογράφηση πραγματοποιήθηκε στο Καθολικό της Ιεράς Μεγίστης Μονής του Βατοπαιδίου τον Ιούλιο του 2018 από τους πατέρες της Μονής.
Kontakio, ikos kai sinaxari | Imni epi ti katathesi tis Timias Zonis tis Theotokou | Choir οf Vatopedi Fathers
#TimiaZoni #IeraMegistiMoniVatopediou #ChoirOfVatopediFathers