ᾨδὴ θ´. Ὁ εἱρμός | Μεγάλη Δευτέρα

preview_player
Показать описание
ᾨδὴ θ´. Ὁ εἱρμός.

Ἐμεγάλυνας, Χριστέ, τὴν τεκοῦσάν σε Θεοτόκον, ἀφ᾿ ἧς ὁ Πλάστης ἡμῶν ὁμοιοπαθὲς περιέθου σῶμα, τὸ τῶν ἡμετέρων λυτήριον ἀμπλακημάτων·ταύτην μακαρίζοντες, πᾶσαι γενεαὶ σὲ μεγαλύνομεν. (δίς)

Τροπάρια

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι.

Ῥύπον πάντα ἐμπαθῆ ἀπωσάμενοι, ἐπάξιον τῆς θείας βασιλείας γνώμην ἀναλάβετε ἔμφρονα, τοῖς σοῖς ἀποστόλοις προέφης, ἡ πάντων σοφία, ἐν ᾗ δοξασθήσεσθε, λάμποντες ἡλίου τηλαυγέστερον.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

Ἀφορῶντες εἰς ἐμέ, εἶπας Κύριε τοῖς σεαυτοῦ μαθηταῖς, μὴ φρονεῖτε ὑψηλά, ἀλλὰ συναπάχθητε τοῖς ταπεινοῖς· ἐμόν, ὅπερ πίνω, πίετε ποτήριον, ὅτι ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς ἐμοὶ συνδοξασθήσεσθε.

Καταβασία

Ἐμεγάλυνας, Χριστέ, τὴν τεκοῦσάν σε Θεοτόκον …

#IeraMegistiMoniVatopediou #MegaliDeftera #ChoirofVatopediFathers
Рекомендации по теме