ΟΡΦΙΚΟΣ ΥΜΝΟΣ ΟΝΕΙΡΟΥ

preview_player
Показать описание
Ὀνείρου, θυμίαμα ἀρώματα

Κικλήσκω σε, μάκαρ, τανυσίπτερε, οὖλε Ὄνειρε, ἄγγελε μελλόντων, θνητοῖς χρησμῳδὲ μέγιστε ἡσυχίαι γὰρ ὕπνου γλυκεροῦ σιγηλὸς ἐπελθών, προσφωνῶν ψυχαῖς θνητῶν νόον αὐτὸς ἐγείρεις, καὶ γνώμας μακάρων αὐτὸς καθ' ὕπνους ὑποπέμπεις, σιγῶν σιγώσαις ψυχαῖς μέλλοντα προφαίνων, οἷσιν ἐπ' εὐσεβίηισι θεῶν νόος ἐσθλὸς ὁδεύει, ὡς ἂν ἀεὶ τὸ καλὸν μέλλον, γνώμηισι προληφθέν, τερπωλαῖς ὑπάγῃ βίον ἀνθρώπων προχαρέντων, τῶν δὲ κακῶν ἀνάπαυλαν, ὅπως θεὸς αὐτὸς ἐνίσπῃ εὐχωλαῖς θυσίαις τε χόλον λύσαντες ἀνάκτων. εὐσεβέσιν γὰρ ἀεὶ τὸ τέλος γλυκερώτερόν ἐστι, τοῖς δὲ κακοῖς οὐδὲν φαίνει μέλλουσαν ἀνάγκην ὄψις ὀνειρήεσσα, κακῶν ἐξάγγελος ἔργων, ὄφρα μὴ εὕρωνται λύσιν ἄλγεος ἐρχομένοιο. ἀλλά, μάκαρ, λίτομαί σε θεῶν μηνύματα φράζειν, ὡς ἂν ἀεὶ γνώμαις ὀρθαῖς κατὰ πάντα πελάζῃς μηδὲν ἐπ' ἀλλοκότοισι κακῶν σημεῖα προφαίνων.
Рекомендации по теме