filmov
tv
ΟΡΦΙΚΟΣ ΥΜΝΟΣ ΜΟΙΡΩΝ

Показать описание
Μοιρῶν, θυμίαμα ἀρώματα
Μοῖραι ἀπειρέσιοι, Νυκτὸς φίλα τέκνα μελαίνης, κλῦτέ μου εὐχομένου, πολυώνυμοι, αἵτ' ἐπὶ λίμνης οὐρανίας, ἵνα λευκὸν ὕδωρ νυχίας ὑπὸ θέρμης ῥήγνυται ἐν σκιερῶι λιπαρῶι μυχῶι εὐλίθου ἄντρου, ναίουσαι πεπότησθε βροτῶν ἐπ' ἀπείρονα γαῖαν· ἔνθεν ἐπὶ βρότεον δόκιμον γένος ἐλπίδι κοῦφον στείχετε πορφυρέηισι καλυψάμεναι ὀθόνηισι μορσίμωι ἐν πεδίωι, ὅθι πάγγεον ἅρμα διώκει δόξα δίκης παρὰ τέρμα καὶ ἐλπίδος ἠδὲ μεριμνῶν καὶ νόμου ὠγυγίου καὶ ἀπείρονος εὐνόμου ἀρχῆς· Μοῖρα γὰρ ἐν βιότωι καθορᾶι μόνη, οὐδέ τις ἄλλος ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου, καὶ Διὸς ὄμμα τέλειον· ἐπεί γ' ὅσα γίγνεται ἡμῖν, Μοῖρά τε καὶ Διὸς οἶδε νόος διὰ παντὸς ἅπαντα. ἀλλά μοι εὐκταῖαι, μαλακόφρονες, ἠπιόθυμοι, Ἄτροπε καὶ Λάχεσι, Κλωθώ, μόλετ', εὐπατέρειαι, ἀέριοι, ἀφανεῖς, ἀμετάτροποι, αἰὲν ἀτειρεῖς, παντοδότειραι, ἀφαιρέτιδες, θνητοῖσιν ἀνάγκη· Μοῖραι, ἀκούσατ' ἐμῶν ὁσίων λοιβῶν τε καὶ εὐχῶν, ἐρχόμεναι μύσταις λυσιπήμονες εὔφρονι βουλῇ. [Μοιράων τέλος ἔλλαβ' ἀοιδή, ἣν ὕφαν' Ὀρφεύς]