ΟΡΦΙΚΟΣ ΥΜΝΟΣ ΜΝΗΜΟΣΥΝΗΣ

preview_player
Показать описание
Μνημοσύνης, θυμίαμα λίβανον

Μνημοσύνην καλέω, Ζηνὸς σύλλεκτρον, ἄνασσαν, ἣ Μούσας τέκνωσ' ἱεράς, ὁσίας, λιγυφώνους, ἐκτὸς ἐοῦσα κακῆς λήθης βλαψίφρονος αἰεί, πάντα νόον συνέχουσα βροτῶν ψυχαῖσι σύνοικον, εὐδύνατον κρατερὸν θνητῶν αὔξουσα λογισμόν, ἡδυτάτη, φιλάγρυπνος ὑπομνήσκουσά τε πάντα, ὧν ἂν ἕκαστος ἀεὶ στέρνοις γνώμην κατάθηται, οὔτι παρεκβαίνουσ', ἐπεγείρουσα φρένα πᾶσιν. ἀλλά, μάκαιρα θεά, μύσταις μνήμην ἐπέγειρε εὐιέρου τελετῆς, λήθην δ' ἀπὸ τῶν δ' ἀπόπεμπε.
Рекомендации по теме