Μην ζείς για το Άγχος...Ζήσε για την Ζωή

preview_player
Показать описание
Εἶπεν ὁ Κύριος· Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, ὅλον τὸ σῶμά σου φωτεινόν ἔσται· ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστί, τὸ σκότος πόσον; Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ.
Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε καὶ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος; ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; καταμάθετε τὰ κρῖνα τοῦ ἀγροῦ πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι;
μὴ οὖν μεριμνήσητε λέγοντες, τί φάγωμεν ἢ τί πίωμεν ἢ τί περιβαλώμεθα; πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητεῖ· οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῃ£ζετε τούτων ἁπάντων. ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.
Рекомендации по теме
Комментарии
Автор

Να έχουμε την ευχή και την ευλογία του Αγίου Εφραίμ της Νέας Μάκρης μία προσευχή υπέρ υγείας Γεώργιος Ελένη Νίκος Πέτρος Κυριάκος Γεώργιος φωτεινούλα Σταύρος Ιωάννης Μαρία Βασιλική Αθανασία Ιωάννης Γεώργιος πάτερ Δημήτριος πάτερ Κωνσταντίνος Παναγιώτα Κωνσταντίνος Αθανάσιος Αδαμαντία Ιωάννα Ελευθερία Δήμος Ευάγγελος Νικόλαος Γεώργιος Κύριε Ιησού Χριστέ ελέησόν με ο Άγιος Παΐσιος να δίνει υγεία σε όλο τον κόσμο Να είναι ευλογημένο αμήν αμήν αμήν, 🤗🤗⛪💠💠💠💠💠💠💠💠💠💠💠💠💠💠💠

giorgosgiorgos
Автор

Πολύ ωραία ομιλία για άλλη μια φορά πατέρα Δημήτριε!!!
Ας έχουμε εμπιστοσύνη στον Θεό!
" Έχει Ο Θεός "!!! 👍🙏⛪

ΑΡΙΣΤΕΑΡΙΖΟΠΟΥΛΟΥ-ηδ