ΑΝΑΣΤΑΣΕΩΣ ΗΜΕΡΑ RESURRECTION DAY | ΑΝΑΣΤΑΣΙΜΟΙ ΥΜΝΟΙ

preview_player
Показать описание
Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν,
Χριστὸς ὁ Θεός,ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.
Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα, τῷ ἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως,
Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες.
Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω
δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος, Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.
Θανατώσεως τὸν ὅρον ἀνεμόχλευσας, τὴν αἰωνίαν ζωήν, κυοφορήσασα Χριστόν, τὸν ἐκ τάφου ἀναλάμψαντα σήμερον,
Παρθένε πανάμωμε, καὶ τὸν κόσμον φωτίσαντα.
Ἀναστάντα κατιδοῦσα σὸν Υἱὸν καὶ Θεόν, χαίροις σὺν Ἀποστόλοις, θεοχαρίτωτε ἁγνή,
καὶ τὸ Χαῖρε πρωτουργῶς, ὡς πάντων χαρᾶς, αἰτία εἰσδέδεξαι, Θεομῆτορ πανάμωμε.
Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ’ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ,
ἐν ᾧ στερεούμεθα.
Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Νῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ, καὶ τὰ καταχθόνια,
ἑορταζέτω γοῦν πᾶσα κτίσις, τὴν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται.
Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Χθὲς συνεθαπτόμην σοι Χριστὲ συνεγείρομαι σήμερον ἀναστάντι σοι,
συνεσταυρούμην σοι χθὲς αὐτός με συνδόξασον Σωτήρ, ἐν τῇ βασιλείᾳ σου.
Ἐπὶ τὴν ἀκήρατον ζωήν, ἐπανέρχομαι σήμερον ἀγαθότητι, τοῦ γεννηθέντος ἐκ σοῦ, καὶ πᾶσι τοῖς πέρασιν Ἁγνή,
τὸ φέγγος ἀστράψαντος.
Θεὸν ὃν ἐκύησας σαρκί, ἐκ νεκρῶν καθὼς εἶπεν ἐξεγειρόμενον, θεασαμένη Ἁγνή, χόρευε, καὶ τοῦτον, ὡς Θεόν,
ἄχραντε μεγάλυνε.
#Byzantine_greek_music
Рекомендации по теме
Комментарии
Автор

Αναστάσεως Ημέρα λαμπρυνθομεν Λαοί!!
Δόξα τη Αγία Αναστασει Σου Κύριε!!!

ΠανοςΑλποχωριτης