Δοχειαρίτες Στιχηρά Αναστάσιμα Εσπερινού Ήχος πλ.δ'

preview_player
Показать описание
Δοχειαρίτες Πατέρες ψέλνουν τα Αναστάσιμα στιχηρά του Εσπερινού σε Ήχο πλ.δ'

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου, Ἦχος πλ. δ΄

* Ἑσπερινὸν ὕμνον, καὶ λογικὴν λατρείαν, σοὶ Χριστὲ προσφέρομεν, ὅτι ηὐδόκησας, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως (Δεξιός Χορός - Ιερομ. π.Θεολόγος Δοχειαρίτης)

*Κύριε, Κύριε, μὴ ἀπορρίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου, ἀλλὰ εὐδόκησον, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως (Αριστερός Χορός - Ιεροδιακ. π.Σεβαστιανός Δοχειαρίτης)

*Χαῖρε Σιὼν ἁγία, Μήτηρ τῶν Ἐκκλησιῶν, Θεοῦ κατοικητήριον∙ σὺ γὰρ ἐδέξω πρώτη, ἄφεσιν ἁμαρτιῶν, διά τῆς Ἀναστάσεως (Γέροντας Αμφιλόχιος Δοχειαρίτης)

[ Ἕτερα Στιχηρά, Ἀνατολικά. - Ὀκτώηχος, Ἦχος πλ. δ΄]

*Ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, πρὸ τῶν αἰώνων γεννηθείς, ἐπ' ἐσχάτων δὲ τῶν χρόνων, ὁ αὐτὸς ἐκ τῆς Ἀπειρογάμου σαρκωθείς, βουλήσει σταύρωσιν θανάτου ὑπέμεινε, καὶ τὸν πάλαι νεκρωθέντα ἄνθρωπον ἔσωσε, διὰ τῆς ἑαυτοῦ Ἀναστάσεως (μοναχός Θεόκτιστος Δοχειαρίτης)

*Τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, δοξολογοῦμεν Χριστέ, δι' ἧς ἠλευθέρωσας Ἀδαμιαῖον γένος, ἐκ τῆς τοῦ ᾍδου τυραννίδος, καὶ ἐδωρήσω τῷ κόσμῳ ὡς Θεός, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος (Δεξιός Χορός)
Рекомендации по теме