filmov
tv
Ἀντίφωνον Στ´. Ἦχος βαρύς | Μεγάλη Παρασκευή | Official Music Score Video

Показать описание
Ἀντίφωνον Στ´. Ἦχος βαρύς.
Σήμερον γρηγορεῖ ὁ Ἰούδας, παραδοῦναι τὸν Κύριον, τὸν πρὸ τῶν αἰώνων Σωτῆρα τοῦ Κόσμου, τὸν ἐκ πέντε ἄρτων, χορτάσαντα πλήθη. Σήμερον ὁ ἄνομος, ἀρνεῖται τὸν Διδάσκαλον· μαθητὴς γενόμενος, Δεσπότην παρέδωκεν· ἀργυρίῳ πέπρακε, τὸν μάννα χορτάσαντα τὸν ἄνθρωπον.
Ἦχος ὁ αὐτός.
Σήμερον τῷ σταυρῷ προσήλωσαν, Ἰουδαῖοι τὸν Κύριον, τὸν διατεμόντα τὴν θάλασσαν ῥάβδῳ, καὶ διαγαγόντα αὐτοὺς ἐν ἐρήμῳ. Σήμερον τῇ λόγχῃ τὴν πλευρὰν αὐτοῦ ἐκέντησαν, τοῦ πληγαῖς μαστίξαντος, ὑπὲρ αὐτῶν τὴν Αἴγυπτον, καὶ χολὴν ἐπότισαν, τὸν μάννα, τροφὴν αὐτοῖς ὀμβρήσαντα.
Ἦχος ὁ αὐτός.
Κύριε ἐπὶ τὸ πάθος τὸ ἐκούσιον παραγενόμενος, ἐβόας τοῖς Μαθηταῖς σου· Κἂν μίαν ὥραν οὐκ ἰσχύσατε, ἀγρυπνῆσαι μετ᾿ ἐμοῦ, πῶς ἐπηγγείλασθε ἀποθνῄσκειν δι᾿ ἐμέ; κἂν τὸν Ἰούδαν θεάσασθε, πὼς οὐ καθεύδει, ἀλλὰ σπουδάζει προδοῦναί με τοῖς παρανόμοις; ἐγείρεσθε, προσεύξασθε, μή τίς με ἀρνήσηται, βλέπων με ἐν τῷ σταυρῷ. Μακρόθυμε δόξα σοι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός.
Χαῖρε Θεοτόκε, ἡ τὸν ἀχώρητον ἐν Οὐρανοῖς, χωρήσασα ἐν μήτρᾳ σου· χαῖρε Παρθένε, τῶν Προφητῶν τὸ κήρυγμα, δι᾿ ἧς ἡμῖν ἔλαμψεν ὁ Ἐμμανουήλ· χαῖρε Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.
Κάθισμα. Ἦχος βαρύς.
Ποῖός σε τρόπος Ἰούδα, προδότην τοῦ Σωτῆρος εἰργάσατο; μὴ τοῦ χοροῦ σε τῶν Ἀποστόλων ἐχώρισε; μὴ τοῦ χαρίσματος τῶν ἰαμάτων ἐστέρησε; μὴ συνδειπνήσας ἐκείνοις, σὲ τῆς τραπέζης ἀπώσατο; μὴ τῶν ἄλλων νίψας τοὺς πόδας, τοὺς σοὺς ὑπερεῖδεν; ὢ πόσων ἀγαθῶν ἀμνήμων ἐγένου! καὶ σοῦ μὲν ἡ ἀχάριστος, στηλιτεύεται γνώμη· αὐτοῦ δὲ ἡ ἀνείκαστος, μακροθυμία κηρύττεται, καὶ τὸ μέγα ἔλεος.
#MegaliParaskevi #IMMB #ChoirOfVatopediFathers