Ἀντίφωνον Ε´. Ἦχος πλ. β´ |Μεγάλη Παρασκευή | Official Music Score Video

preview_player
Показать описание
Ἀντίφωνον Ε´. Ἦχος πλ. β´.
Ὁ μαθητὴς τοῦ Διδασκάλου, συνεφώνει τὴν τιμήν, καὶ τριάκοντα ἀργυρίοις, πέπρακε τὸν Κύριον, φιλήματι δολίῳ παραδοὺς αὐτόν, τοῖς ἀνόμοις εἰς θάνατον.
Ἦχος ὁ αὐτός.
Σήμερον ἔλεγεν ὁ Κτίστης Οὐρανοῦ καὶ γῆς, τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἤγγικεν ἡ ὥρα, καὶ ἔφθασεν Ἰούδας ὁ παραδιδούς με· μή τίς με ἀρνήσηται, βλέπων με ἐν τῷ Σταυρῷ, ἐν μέσῳ δύω λῃστῶν· πάσχω γὰρ ὡς ἄνθρωπος, καὶ σῴζω ὡς φιλάνθρωπος, τοὺς εἰς ἐμὲ πιστεύοντας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός.
Ἡ ἀῤῥήτως, ἐπ᾿ ἐσχάτων συλλαβοῦσα, καὶ τεκοῦσα, τὸν Κτίστην τὸν ἴδιον, Παρθένε σῷζε, τοὺς σὲ μεγαλύνοντας.

#MegaliParaskevi #IMMB​ #ChoirOfVatopediFathers​
Рекомендации по теме