ΟΡΦΙΚΟΣ ΥΜΝΟΣ ΤΥΧΗΣ

preview_player
Показать описание
Τύχης, θυμίαμα λίβανον

Δεῦρο, Τύχη καλέω σ', ἀγαθῶν κράντειραν, ἐπευχαῖς, μειλιχίαν, ἐνοδῖτιν, ἐπ' εὐόλβοις κτεάτεσσιν, Ἄρτεμιν ἡγεμόνην, μεγαλώνυμον, Εὐβουλῆος αἵματος ἐκγεγαῶσαν, ἀπρόσμαχον εὖχος ἔχουσαν, τυμβιδίαν, πολύπλαγκτον, ἀοίδιμον ἀνθρώποισιν. ἐν σοὶ γὰρ βίοτος θνητῶν παμποίκιλός ἐστιν οἷς μὲν γὰρ τεύχεις κτεάνων πλῆθος πολύολβον, οἷς δὲ κακὴν πενίην θυμῶι χόλον ὁρμαίνουσα. ἀλλά, θεά, λίτομαί σε μολεῖν βίωι εὐμενέουσαν, ὄλβοισι πλήθουσαν ἐπ' εὐόλβοις κτεάτεσσιν.
Рекомендации по теме
Комментарии
Автор

Τα λευκά γράμματα πάνω στο επίσης ανοιχτόχρωμο φόντο δεν διαβάζονται εύκολα.

Anna-olqs