Στιχηρὰ Ἰδιόμελα Αἴνων. Βυζαντίου. Ἦχος γ´ | Μεγάλη Παρασκευή | Official Music Score Video

preview_player
Показать описание
Στιχηρὰ Ἰδιόμελα. Βυζαντίου. Ἦχος γ´.
Στίχος: Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Δύο καὶ πονηρὰ ἐποίησεν, ὁ πρωτότοκος υἱός μου Ἰσραήλ· ἐμὲ ἐγκατέλιπε, πηγὴν ὕδατος ζωῆς, καὶ ὤρυξεν ἑαυτῷ, φρέαρ συντετριμμένον· ἐμὲ ἐπὶ ξύλου ἐσταύρωσε, τὸν δὲ Βαραββᾶν ᾐτήσατο, καὶ ἀπέλυσεν· ἐξέστη ὁ Οὐρανὸς ἐπὶ τούτῳ, καὶ ὁ ἥλιος τὰς ἀκτῖνας ἀπέκρυψε· σὺ δὲ Ἰσραὴλ οὐκ ἐνετράπης, ἀλλὰ θανάτῳ με παρέδωκας. Ἄφες αὐτοῖς, Πάτερ ἅγιε· οὐ γὰρ οἴδασι τί ἐποίησαν.

Στουδίτου. Ἦχος ὁ αὐτός.
Στίχος: Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός, ἀτιμίαν δι᾿ ἡμᾶς ὑπέμεινε· τὰς ἀκάνθας ἡ κεφαλή· ἡ ὄψις τὰ ἐμπτύσματα· αἱ σιαγόνες τὰ ῥαπίσματα· τὸ στόμα τὴν ἐν ὄξει, κερασθεῖσαν χολὴν τῇ γεύσει· τὰ ὦτα τὰς δυσσεβεῖς βλασφημίας· ὁ νῶτος τὴν φραγγέλωσιν, καὶ ἡ χεὶρ τὸν κάλαμον· αἱ τοῦ ὅλου σώματος ἐκτάσεις ἐν τῷ σταυρῷ· τὰ ἄρθρα τοὺς ἥλους· καὶ ἡ πλευρὰ τὴν λόγχην. Ὁ παθὼν ὑπὲρ ἡμῶν, καὶ παθῶν ἐλευθερώσας ἡμᾶς, ὁ συγκαταβὰς ἡμῖν φιλανθρωπίᾳ, καὶ ἀνυψώσας ἡμᾶς, παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.

Βυζαντίου. Ἦχος ὁ αὐτός.
Στίχος: Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Σταυρωθέντος σου Χριστέ, πᾶσα ἡ Κτίσις βλέπουσα ἔτρεμε· τὰ θεμέλια τῆς γῆς, διεδονήθησαν φόβῳ τοῦ κράτους σου· σοῦ γὰρ ὑψωθέντος σήμερον, γένος Ἑβραίων ἀπώλετο· τοῦ Ναοῦ τὸ καταπέτασμα, διεῤῥάγη διχῶς· τὰ μνημεῖα ἠνεῴχθησαν, καὶ νεκροὶ ἐκ τῶν τάφων ἐξανέστησαν· Ἑκατόνταρχος ἰδὼν τὸ θαῦμα ἔφριξε· παρεστῶσα δὲ ἡ Μήτηρ σου, ἐβόα θρηνῳδοῦσα μητρικῶς· Πῶς μὴ θρηνήσω, καὶ τὰ σπλάγχνα μου τύψω, ὁρῶσά σε γυμνὸν ὡς κατάκριτον, ἐν ξύλῳ κρεμάμενον; Ὁ σταυρωθεὶς καὶ ταφείς, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

#MegaliParaskevi #IMMB #ChoirOfVatopediFathers
Рекомендации по теме