Δοξαστικό Αγίων Ραφαήλ, Νικολάου και Ειρήνης | Γεώργιος Κουτσόφτας

preview_player
Показать описание
Δοξαστικό Εσπερινού Αγίων Ραφαήλ, Νικολάου και Ειρήνης | Γεώργιος Κουτσόφτας

Δοξαστικό Εσπερινού Αγίου Ραφαήλ.

Δόξα Πατρί... Ἦχος πλ. β'

Σήμερον τῇ τοῦ Χριστοῦ Ἀναστάσει, λαμπρῶς πανηγυρίσωμεν, τὴν τῶν νεοφανῶν Μαρτύρων μνήμην, Ῥαφαὴλ τοῦ παμμάκαρος, Νικολάου τοῦ θεόφρονος, καὶ Εἰρήνης τῆς παρθένου, τοὺς σὺν αὐτοῖς ἀθλήσαντας τιμῶντες·  οὗτοι γάρ, μιᾷ ψυχῇ ἀγωνισάμενοι, ἄθλησιν παθημάτων, ὑπὲρ Χριστοῦ ὑπέμειναν, καὶ ἀξίως ἐν οὐρανοῖς ἐδοξάσθησαν· ἐν γῇ δέ, ἀρρήτοις κρίμασιν, ἐν ἐτῶν περιόδοις κατακρυπτόμενοι, ἄρτι ἡμῖν ἐγνώσθησαν, πλήρεις δόξης οὐρανίου, πλήρεις φωτὸς πλήρεις χάριτος, θαυματουργοῦντες τὰ παράδοξα· ἃ οὐκ ἐγνωρίσθη γάρ, γενεαῖς ἑτέραις, ἀπεκάλυψαν ἡμῖν, τοῖς ἐγγὺς καὶ τοῖς πόρρω φαινόμενοι. Μέγας εἶ Κύριε, καὶ τῆς μεγαλωσύνης σου  οὐκ ἔσται πέρας, ὁ θαυμαστῶς μεγαλύνας, τοὺς Ἁγίους σου Μάρτυρας, καὶ παρέχων δι' αὐτῶν, ἡμῖν τὸ μέγα ἔλεος.
Рекомендации по теме
Комментарии
Автор

Αμήν άγιουλη μου Ραφαήλ Νικολάου και Ειρήνης....την ευλογία σας να έχουμε

ΆννααναστασιαΣωτηριαδου