filmov
tv
Ἀπολυτίκια, εὐχὴ Κολλύβων | Η Θεία Λειτουργία | Official Music Score Video

Показать описание
Ἀπολυτίκια, εὐχὴ Κολλύβων
Ποιητικά κείμενα:
Ὁ χορός: Ἀμήν. Τῆς Βηματαρίσσης. Ἦχος δ´. Ταχὺ προκατάλαβε. Εἰκὼν ἡλιόμορφε Βηματοδούσης σεπτή, ἐν φρέατι δύσασα ἐν τῇ βαρβάρων ὁρμῇ ἑπτάδεκα ἔτεσιν, αὖθις σὺν ζωηφόρῳ Ξύλῳ ἐξανατέλλεις, πέμπουσα τὰς ἀκτῖνας τῶν λαμπρῶν σου θαυμάτων, Μονὴν Βατοπαιδίου φρουροῦσα, λιταῖς ἀκοιμήτοις σου. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κοντάκιον Βηματαρίσσης. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Ἡ ἐκ τοῦ φρέατος λαμπρῶς ἀνελθοῦσα, σὺν ζωηφόρῳ τοῦ Σταυροῦ σεπτῷ ξύλῳ, μετὰ λαμπάδος αἴγλης ἀκοιμήτου Ἁγνή, φρούρησον τὴν ποίμνην σου, τὴν ἐκ πόθου τιμῶσάν σε, Ὄρος τε τὸ Ἅγιον τὸ τοῦ Ἄθωνος σκέπε, ἐξ ἐπηρείας πάσης δυσμενῶν, Βατοπαιδίου Μονῆς φύλαξ ἄγρυπνε.
Ὁ διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ διαβαστής: Κύριε, ἐλέησον. «Εὐχὴ τῶν κολλύβων»
Ὁ ἱερεύς: Ὁ πάντα τελεσφορήσας τῷ λόγῳ σου, Κύριε, καὶ κελεύσας τῇ γῇ παντοδαποὺς ἐκφύειν καρποὺς εἰς ἀπόλαυσιν καὶ τροφὴν ἡμετέραν· ὁ τοῖς σπέρμασι τοὺς Τρεῖς Παῖδας καὶ Δανιὴλ τῶν ἐν Βαβυλῶνι ἁβροδιαίτων λαμπροτέρους ἀναδείξας· αὐτός, πανάγαθε Βασιλεῦ, καὶ τὰ σπέρματα ταῦτα σὺν τοῖς διαφόροις καρποῖς σου εὐλόγησον·
Ὁ διαβαστής: Ἀμήν. Καὶ τοὺς ἐξ αὐτῶν μεταλαμβάνοντας ἁγίασον· ὅτι εἰς δόξαν σὴν καὶ εἰς τιμὴν καὶ μνήμην τῆς πανυπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας ταῦτα προετέθησαν παρὰ τῶν σῶν δούλων καὶ εἰς μνημόσυνον τῶν ἐν εὐσεβεῖ τῇ πίστει τελειωθέντων. Παράσχου δέ, ἀγαθέ, τοῖς τε εὐτρεπίσασι ταῦτα καὶ τοῖς τὴν μνήμην ἐπιτελοῦσι πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα καὶ τῶν αἰωνίων σου ἀγαθῶν τὴν ἀπόλαυσιν· πρεσβείαις τῆς πανυπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἧς καὶ τὴν σύναξιν ἐπιτελοῦμεν, καὶ πάντων σου τῶν ἁγίων. Ὅτι σὺ εἶ ὁ εὐλογῶν, ἁγιάζων τὰ σύμπαντα, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Apolitikia, efhi kollivon | Choir of Vatopedi Fathers
Credits:
Παραγωγή, ἐπιμέλεια ἔκδοσης: Ἱερὰ Μεγίστη Μονὴ Βατοπαιδίου Διεύθυνση χοροῦ: Γεώργιος Ν. Κωνσταντίνου Ἐπεξεργασία ἤχου: †Χρῆστος Κοσμᾶς στὰ Echo Recording Studios Ἀντιγραφὴ μουσικῶν κειμένων καὶ ἐπεξεργασία: Κωνσταντῖνος Κιόχος Φωτογραφίες: Πατέρες Ἱ.Μ.Μ. Βατοπαιδίου Μετάφραση στὴν ἀγγλική: Ἱ.Μ.Μ. Βατοπαιδίου Ἡ ἠχογράφηση πραγματοποιήθηκε στὸ Καθολικὸ τῆς Ἱερᾶς Μεγίστης Μονῆς τοῦ Βατοπαιδίου τὸν Ἰούλιο τοῦ 2007 ἀπὸ τὸν Χρῆστο Κοσμᾶ.
#AgiouIoannouChrisostomou #IeraMegistiMoniVatopediou #ChoirOfVatopediFathers