Ιεραρχων την καλλονην Ήχος πλ β Αστέρης

preview_player
Показать описание
Δοξαστικὸν Εσπερινού Αγίου Νικολάου Ἦχος πλ. β'
Ἱεραρχῶν τὴν καλλονήν, καὶ τῶν Πατέρων κλέος, τὴν βρύσιν τῶν θαυμάτων, καὶ τῶν πιστῶν ἀντιλήπτορα μέγιστον, συνελθόντες ὦ φιλέορτοι, ᾀσματικοῖς ἐγκωμίοις ὑμνήσωμεν λέγοντες· Χαίροις ὁ τῶν Μυρέων φρουρός, καὶ πρόεδρος σεπτός, καὶ στῦλος ἀπερίτρεπτος. Χαίροις φωστὴρ παμφαέστατε, ὁ τὰ τοῦ κόσμου πέρατα, διαλάμπων τοῖς θαύμασι. Χαίροις τῶν θλιβομένων ἡ θεία χαρμοσύνη, καὶ ἀδικουμένων θερμότατος προστάτης, καὶ νῦν παμμάκαρ Νικόλαε, μὴ παύσῃ πρεσβεύων Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων ἀεί, τὴν χαρμόσυνον καί πανέορτον μνήμην σου. 2006 Φανάριον
Рекомендации по теме