Πᾶσα πνοή || Σὲ τὸν τῆς Παρθένου Υἱόν || Ὅτε ἡ ἁμαρτωλός

preview_player
Показать описание
Πᾶσα πνοή || Σὲ τὸν τῆς Παρθένου Υἱόν || Ὅτε ἡ ἁμαρτωλός

Ψάλλει ο Παναγιώτης Ζαφειρίδης, Πρωτοψάλτης του Ι.Ν. Αγίου Δημητρίου Φλώρινας.

#πασαπνοη #σετοντηςπαρθενουυιον #οτεηαμαρτωλος #παναγιωτηςζαφειριδης #βυζαντινοιψαλμοι #ecclesiasticalmusic #byzantinemusic #florina

ΣΤΙΧΟΙ
Πᾶσα πνοὴ αἰνεσάτω τὸν
Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν
οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς
ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ
Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν,
πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ
πρέπει ὕμνος τῷ Θεῷ.

Σὲ τὸν τῆς Παρθένου Υἱόν, Πόρνη ἐπιγνοῦσα Θεὸν ἔλεγεν, ἐν κλαυθμῷ δυσωποῦσα, ὡς δακρύων ἄξια πράξασα. Διάλυσον τὸ χρέος, ὡς κᾀγὼ τοὺς πλοκάμους, ἀγάπησον φιλοῦσαν, τὴν δικαίως μισουμένην, καὶ πλησίον τελωνῶν σε κηρύξω, Εὐεργέτα φιλάνθρωπε.

Ὅτε ἡ ἁμαρτωλός, προσέφερε τὸ μύρον, τότε ὁ μαθητής, συνεφώνει τοῖς παρανόμοις· ἡ μὲν ἔχαιρε κενοῦσα τὸ πολύτιμον, ὁ δὲ ἔσπευδε πωλῆσαι τὸν ἀτίμητον, αὕτη τὸν Δεσπότην ἐπεγίνωσκεν, οὗτος τοῦ Δεσπότου ἐχωρίζετο, αὕτη ἠλευθεροῦτο, καὶ ὁ Ἰούδας δοῦλος ἐγεγόνει τοῦ ἐχθροῦ· δεινὸν ἡ ῥαθυμία! μεγάλη ἡ μετάνοια! ἥν μοι δώρησαι Σωτήρ, ὁ παθὼν ὑπὲρ ἡμῶν, καὶ σῶσον ἡμᾶς.

 
Рекомендации по теме