6 Μαρτίου - Τῶν Ἁγίων Τεσσαράκοντα Δύο Μαρτύρων τῶν ἐν Ἀμορίῳ

preview_player
Показать описание
Τῶν Ἁγίων Τεσσαράκοντα Δύο Μαρτύρων τῶν ἐν Ἀμορίῳ

0:00 Ἀπολιτίκιον
0:46 Κοντάκιον

Ἀπολιτίκιον
Τὴν θεοσύλλεκτον, τοῦ Λόγου φάλαγγα, τοὺς Τεσσαράκοντα καὶ δύο Μάρτυρας, τοὺς ἐν μιᾷ πάντας σπουδῇ, ἀθλήσαντας τιμήσωμεν· οὗτοι γὰρ τῆς πίστεως, ἡνωμένοι τῇ χάριτι , δῆμον ἀκαθαίρετον, ἱερῶς συνεκρότησαν, καὶ ὤφθησαν Χριστοῦ κληρονόμοι, ξίφει τμηθέντες τοὺς αὐχένας.

Κοντάκιον
Οἱ ἐν τῇ γῇ διὰ Χριστὸν ἠθληκότες, ἀναδειχθέντες εὐσεβεῖς στεφανῖται, τοὺς οὐρανοὺς ἐλάβετε οἰκεῖν ἐν χαρᾷ· πᾶσαν γὰρ ἐπίνοιαν, τοῦ ἐχθροῦ καθελόντες, πόνοις καί τοῖς αἵμασι, τῶν ὑμῶν παλαισμάτων, τοῖς εὐφημοῦσιν ἄνωθεν ἀεί, τῶν ὀφλημάτων τὴν λύσιν βραβεύετε.
Рекомендации по теме