Παρακλητική Ευχή Αγίου Ιωσήφ του Ησυχαστού

preview_player
Показать описание
ΕΥΧΗ ΠΑΡΑΚΛΗΤΙΚΗ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟ ΗΜΩΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ ΗΝ ΚΑΘ΄ ΕΚΑΣΤΗΝ ΕΛΕΓΕΝ Ο ΑΓΙΟΣ ΙΩΣΗΦ Ο ΗΣΥΧΑΣΤΗΣ.
«Κύριε Ἰησοῦ Χριστέ, γλυκύτατε Πατέρα, Θεὲ καὶ Κύριε τοῦ ἐλέους, καὶ πάσης κτίσεως Δημιουργέ· ἐπίδε ἐπὶ τὴν ταπείνωσίν μου καὶ πάσας τὰς ἁμαρτίας μου συγχώρησον παρ’ ὅλον τὸν τῆς ζωῆς μου χρόνον ἃς ἔπραξα ἕως καὶ αὐτῆς τῆς ἡμέρας καὶ ὥρας· καὶ ἐξαπόστειλον τὸ Πανάγιον καὶ Παράκλητον Σου Πνεῦμα, ὅπως Αὐτὸ με διδάξῃ, φωτίσῃ, σκεπάσῃ τοῦ μὴ ἁμαρτάνειν, ἀλλὰ μετὰ καθαρᾶς ψυχῆς καὶ καρδίας λατρεύειν καὶ προσκυνεῖν, δοξολογεῖν, εὐχαριστεῖν, καὶ ἀγαπᾶν ἐξ ὅλης ψυχῆς καὶ καρδίας, Σὲ τὸν γλυκύτατόν μου Σωτῆρα καὶ εὐεργέτην Θεόν, τὸν ἄξιον πάσης ἀγάπης καὶ λατρείας.

Ναί, ἀγαθὲ Πάτερ Ἄναρχε, Υἱὲ Συνάναρχε, καὶ Πανάγιον Πνεῦμα ἀξίωσόν με φωτισμοῦ θείας καὶ πνευματικῆς γνώσεως, ἵνα θεωρῶν τὴν γλυκεῖαν Σου χάριν δι’ αὐτῆς βαστάσω τὸ βάρος ταύτης μου τῆς νυκτερινῆς ἀγρυπνίας καὶ καθαρᾶς ἀποδώσω τὰς πρὸς Σὲ μου εὐχὰς καὶ εὐχαριστίας, πρεσβείαις τῆς Ὑπεραγίας Θεοτόκου καὶ πάντων τῶν Ἁγίων. Ἀμήν.»
Рекомендации по теме
Комментарии
Автор

Την ευλογία του γέροντα να έχουμε από τους ουρανούς

ΒΑΣΙΛΕΙΟΣΠΟΛΥΖΟΣ-ιθ