ΤΟΝ ΥΙΟΝ ΤΗΣ ΒΡΟΝΤΗΣ ΉΧΟΣ Β΄ ΣΥΝΘΕΣΗ ΠΕΤΡΟΥ ΠΕΛΟΠΟΝΝΗΣΙΟΥ ΨΑΛΛΕΙ Ο Γ. ΚΕΣΕΛΟΠΟΥΛΟΣ#shortsvideo

preview_player
Показать описание
ΟΛΟΚΛΗΡΗ Η ΗΧΟΓΡΑΦΗΣΗ ΚΑΙ ΜΕ ΥΠΟΤΙΤΛΙΣΜΟ ΣΤΟ ΣΥΝΔΕΣΜΟ:

07.05.2023 Ι.Ν.ΑΓ.ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ ΓΕΝΝΑΔΙ-Ν.ΡΟΔΟΣ
*
Τὸν υἱὸν τῆς βροντῆς, τὸν θεμέλιον τῶν θείων λόγων, τὸν ἀρχηγὸν τῆς θεολογίας, καὶ κήρυκα πρώτιστον, τῆς ἀληθοῦς δογμάτων Θεοῦ σοφίας, τὸν ἠγαπημένον Ἰωάννην καὶ Παρθένον, μερόπων γένος κατὰ χρέος εὐφημήσωμεν· οὗτος γάρ, ἄληκτον ἔχων τὸ θεῖον ἐν ἑαυτῷ, τό, Ἐν ἀρχῇ μὲν ἔφησεν ὁ Λόγος· αὖθίς τε τὸ πρὸς τὸν Πατέρα ἀχώριστον, καὶ τὸ ἴσον μετὰ ταῦτα, τῆς τοῦ Πατρὸς οὐσίας, δεικνύων ἡμῖν δι’ αὐτοῦ, τὴν ὀρθοδοξίαν τῆς Ἁγίας Τριάδος, δημιουργόν τε ὄντα σὺν τῷ Πατρί, καὶ ζωὴν φέροντα, καὶ φῶς ἀληθινόν, τὸν αὐτὸν ἔδειξεν ἡμῖν. Ὢ θαύματος ἐκστατικοῦ καὶ πράγματος σοφιστικοῦ! ὅτι πλήρης ὢν τῆς ἀγάπης, πλήρης γέγονε καὶ τῆς θεολογίας, δόξῃ καὶ τιμῇ καὶ πίστει, θέμεθλος ὑπάρχων, τῆς ἀκραιφνοῦς ἡμῶν πίστεως, δι’ ἧς τύχοιμεν τῶν αἰωνίων ἀγαθῶν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.
Рекомендации по теме