Φ.Κετσετζης - Δεῦτε πιστοί - Ὁ Νυμφίος ὁ κάλλει (1994)

preview_player
Показать описание
Δεῦτε πιστοί, ἐπεργασώμεθα προθύμως τῷ Δεσπότῃ· νέμει γὰρ τοῖς δούλοις τὸν πλοῦτον, καὶ ἀναλόγως ἕκαστος, πολυπλασιάσωμεν, τὸ τῆς χάριτος τάλαντον. Ὁ μέν σοφίαν κομιείτω, δι' ἔργων ἀγαθῶν. Ὁ δὲ λειτουργίαν λαμπρότητος ἐπιτελείτω, κοινωνείτω δὲ τοῦ λόγου, πιστος τῷ ἀμυήτῳ, καὶ σκορπιζέτω τὸν πλοῦτον, πένησιν ἄλλος· οὕτω γὰρ τὸ δάνειον πολυπλασιάσομεν, καὶ ὡς οἰκονόμοι πιστοὶ τῆς χάριτος, δεσποτικῆς χαρᾶς ἀξιωθῶμεν, αὐτῆς ἡμᾶς καταξίωσον, Χριστε ὁ Θεός, ὡς φιλάνθρωπος. Ὁ Νυμφίος ὁ κάλλει ὡραῖος, παρὰ πάντας ἀνθρώπους, ὁ συγκαλέσας ἡμᾶς, πρὸς ἑστίασιν πνευματικὴν τοῦ νυμφῶνός σου, τὴν δυσείμονά μου μορφήν, τῶν πταισμάτων ἀπαμφίασον, τῇ μεθέξει τῶν παθημάτων σου, καὶ στολὴν δόξης κοσμήσας, τῆς σῆς ὡραιότητος, δαιτυμόνα φαιδρὸν ἀνάδειξον, τῆς Βασιλείας σου ὡς εὔσπλαγχνος.
Рекомендации по теме