ΜΕΤΑ ΤΑ ΦΩΤΑ. ΟΡΘΡΟΣ, ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ κ ΚΟΠΗ ΒΑΣΙΛΟΠΙΤΑΣ ΚΥΡΙΑΚΗ 12 ΙΑΝ 20

preview_player
Показать описание
ΚΥΡΙΑΚΗ 12 η ΙΑΝΟΥΑΡΙΟΥ 2020. ΜΕΤΑ ΤΑ ΦΩΤΑ Ἦχος πλ. α’. Ἑωθινόν η΄.
ΤΑΤΙΑΝΗΣ ΜΑΡΤΥΡΟΣ, ΕΥΘΑΣΙΑΣ, ΜΕΡΤΙΟΥ ΜΑΡΤΥΡΩΝ.
Ευαγγελικό Ανάγνωσμα Όρθρου 00:12:27
Αποστολικό Ανάγνωσμα Κυριακής 01:33:35
Ευαγγελικό Ανάγνωσμα 01:39:07
Ομιλία Πανοσιολογιώτατου Αρχιμ. π. Σπυρίδωνος Κατραμάδου 01:41:55 και 02:49:45
Κοπή Βασιλόπιτας 02:58:49

Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος πλ. α’.
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν,
ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν· ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον
ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ ἀναστάσει αὐτοῦ.

Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος α’.
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ
Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει
περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας, δόξα σοι.

Κοντάκιον τῆς Ἑορτῆς. Ἦχος δ’. Αὐτόμελον.
Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ' ἡμᾶς, ἐν ἐπιγνώσει
ὑμνοῦντάς σε· Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.

ΑΝΑΓΝΩΣΜΑ :Ἀπόστολος τῆς Κυριακῆς μετά τά Φῶτα (᾽Εφεσ. κεφ. δ,´ 7-13).

Ἀδελφοί, ἑνὶ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Διὸ λέγει·
«᾽Αναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν και ἔδωκε δόματα τοῖς ἀνθρώποις». Τὸ δὲ «ἀνέβη» τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; Ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μέχρι
καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ Θεοῦ, εἰς
ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.

Ευαγγελικό Ανάγνωσμα: Κατά Ματθαίον (δ΄ 12-17)
Τῷ καιρῷ εκείνω, ἀκούσας ὁ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν, καὶ καταλιπὼν τὴν Ναζαρὲτ ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ, ἵνα πληρωθῇ τὸ ρηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς. Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν· μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
Рекомендации по теме