Τῌ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ. Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καί Εὐαγγελιστοῦ Λουκᾶ. 2022

preview_player
Показать описание
*Τῌ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ Οκτωβρίου 2022*
*Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καί Εὐαγγελιστοῦ Λουκᾶ.*
*ΜΕΣΟΝΥΚΤΙΚΟ- ΟΡΘΡΟΣ - ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ.*
00:22 Μεσονυκτικο
31:04 Όρθρος- προοιμιακος.
36:02 Εξάψαλμος.
46:35 Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
47:26 Απολυτικιον.
48:50 Καθισμα.
1:02:10 Ψαλμος Ν΄.
1:03:33 Κανονες.
1:07:49 Κάθισμα. (Ἦχος πλ. δ’ Τὴν Σοφίαν καὶ Λόγον.)
Ὡς συνέκδημος Παύλου ἀναδειχθείς, τοὺς ποικίλους κινδύνους καρτερικῶς, ὑπέμεινας πανεύφημε, τοῦ Κυρίου Ἀπόστολε, καὶ τὸν δρόμον ἀθλήσει, τελέσας τῆς πίστεως, σὺν αὐτῷ ἐν ὑψίστοις, εὐφραίνει Μακάριε· ὅθεν καὶ τῷ κόσμω, τὸ Χριστοῦ Εὐαγγέλιον, κηρύξας ἐφώτισας, τὴν ὑφήλιον ἅπασαν. Λουκᾶ πανσεβάσμιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

1:08:49 Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν ἀκατάφλεκτον βάτον, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν ἀνάκλησιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα κειμήλιον, ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις, τῶν ἀρχαίων ἐγκλημάτων. Διὰ τοῦτο βοῶμεν αὐτῇ· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν ἄχραντον τόκον σου.
1:16:37 Κοντακιον.
1:15:54 Ο Οικος.
1:17:30 Συναξαριον.
1:25:12 *Καταβασίες Τῆς Θεοτόκου.* Ἦχος δ΄.

Ὠδὴ α΄.
Ἀνοίξω τὸ στόμα μου,
καὶ πληρωθήσεται Πνεύματος,
καὶ λόγον ἐρεύξομαι,
τῇ Βασιλίδι Μητρί,
καὶ ὀφθήσομαι,
φαιδρῶς πανηγυρίζων,
καὶ ᾄσω γηθόμενος,
ταύτης τὰ θαύματα.

Ὠδὴ γ΄.
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε,
ὡς ζῶσα καὶ ἄφθονος πηγή,
θίασον συγκροτήσαντας
πνευματικόν, στερέωσον·
καὶ ἐν τῇ θείᾳ δόξῃ σου,
δεξιός χορός (κατάληξη)
στεφάνων δόξης ἀξίωσον

Ὠδὴ δ΄.
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν,
τῆς ἐκ τῆς Παρθένου σαρκώσεως,
σοῦ τοῦ Ὑψίστου,
ὁ Προφήτης, Ἀββακούμ,
κατανοῶν ἐκραύγαζε·
Δόξα τῇ δυνάμει σου Κύριε.

Ὠδὴ ε΄.
Ἐξέστη τὰ σύμπαντα,
ἐπὶ τῇ θείᾳ δόξῃ σου,
σὺ γὰρ ἀπειρόγαμε Παρθένε,
ἔσχες ἐν μήτρᾳ,
τὸν ἐπὶ πάντων Θεόν,
καὶ τέτοκας ἄχρονον Υἱόν,
πᾶσι τοῖς ὑμνοῦσί σε,
σωτηρίαν βραβεύοντα.

Ὠδὴ ς΄.
Τὴν θείαν ταύτην καὶ πάντιμον,
τελοῦντες ἑορτὴν οἱ θεόφρονες,
τῆς Θεομήτορος,
δεῦτε τάς χεῖρας κροτήσωμεν,
τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

Ὠδὴ ζ΄.
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες,
παρὰ τὸν Κτίσαντα,
ἀλλὰ πυρὸς ἀπειλήν,
ἀνδρείως πατήσαντες,
χαίροντες ἔψαλλον.
Ὑπερύμνητε,
ὁ τῶν Πατέρων Κύριος,
καὶ Θεὸς εὐλογητὸς εἶ.

Ὠδὴ η΄.
_Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον._
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ,
ὁ τόκος τῆς Θεοτόκου διεσώσατο,
τότε μὲν τυπούμενος,
νῦν δὲ ἐνεργούμενος,
τὴν οἰκουμένην ἅπασαν,
ἀγείρει ψάλλουσαν.
Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα,
καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

1:27:53 *Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν.*
1:32:32 Ἐξαποστειλάριον. (Τοῖς Μαθηταῖς.)
Λουκᾶ Χριστοῦ Ἀπόστολε, μύστα τῶν ἀπορρήτων, καί των ἐθνῶν Διδάσκαλε, μετὰ Παύλου τοῦ θείου, καὶ τῆς ἁγνῆς Θεοτόκου, ἧς τὴν θείαν εἰκόνα, ἐκ πόθου ἀνιστόρησας, ἐκδυσώπει θεόπτα, ὑπὲρ ἡμῶν, τῶν μακαριζόντων σε καὶ τιμώντων, τὴν ἱεράν σου κοίμησιν, Πάνσοφε μυστολέκτα.
1:23:24 Αἶνοι.
1:39:02 Στιχηρὰ Προσόμοια.
1:43:01 Δόξα... (Ἦχος ὁ αὐτὸς πλ δ΄.)
Δαυϊτικῶς συνελθόντες οἱ Πιστοὶ ἐν ᾄσμασι, τῷ μυστικῷ ῥήτορι τοῦ Λόγου, Λουκᾶ ἐκβοήσωμεν· Ἡ γλῶσσά σου κάλαμος γραμματέως ἐδείχθη, Χριστοῦ τοῦ ὀξυγράφου, ὡραΐζουσα τὰς ὄψεις, πρὸς τὴν γνῶσιν τῶν ἐθνῶν, τῆς θείας ἐπιγνώσεως, ἐν ᾗ ἀνεκήρυξας τὸ Εὐαγγέλιον, καὶ τῶν συναποστόλων σου τὰς Πράξεις συνεγράψω. Διὸ παριστάμενος τῇ Τριάδι καὶ Θεῷ, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
1:46:16 ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
1:50:30 Απολυτίκιον .
1:51:02 Θεία Λειτουργια.
1:59:00 Μικρή Είσοδος.
2:05:22 Απόστολος.
02:09:10 Ευαγγέλιον.
2:15:49 Χερουβικον.
2:22:06 ΜΕΓΑΛΗ ΕΙΣΟΔΟΣ
2:40:21 Πρώτη Ωρα.
2:51:33 Θεία Μετάληψης.
2:56:57 Απόλυσης.
Рекомендации по теме