ΑΠΟΛΥΤΊΚΙΟΝ ΥΠΑΠΑΝΤΉΣ ΤΟΥ ΚΥΡΊΟΥ ΗΜΏΝ ΙΗΣΟΎ ΧΡΙΣΤΟΎ

preview_player
Показать описание
Λειτουργικά κείμενα

Ἀπολυτίκιον 
Ἦχος α’.
Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἠμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβῦτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἠμῶν, χαριζόμενον ἠμὶν καὶ τὴν Ἀνάστασιν.

Κοντάκιον
Ἦχος α’.
Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἠμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ' εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὖς ἠγάπησας, ὁ μόνος φιλάνθρωπος.

Μεγαλυνάριον
Σήμερον ἡ Πάναγνος Μαριάμ, τῷ Ναῷ προσάγει, ὥσπερ βρέφος τὸν Ποιητήν, ὃν ἐν ταῖς ἀγκάλαις, ὁ Πρέσβυς δεδεγμένος, Θεὸν αὐτὸν κηρύττει, κἂν σάρκα εἴληφε.

Ὁ Οἶκος
Τῇ Θεοτόκῳ προσδράμωμεν, οἱ βουλόμενοι κατιδεῖν τὸν Υἱὸν αὐτῆς, πρὸς Συμεὼν ἀπαγόμενον, ὃν περ οὐρανόθεν οἱ Ἀσώματοι βλέποντες, ἐξεπλήττοντο λέγοντες· θαυμαστὰ θεωροῦμεν νυνὶ καὶ παράδοξα, ἀκατάληπτα, ἄφραστα, ὁ τὸν Ἀδὰμ δημιουργήσας βαστάζεται ὡς βρέφος, ὁ ἀχώρητος χωρεῖται ἐν ἀγκάλαις τοῦ Πρεσβύτου, ὁ ἐπὶ τῶν κόλπων ἀπεριγράπτως ὑπάρχων τοῦ Πατρὸς αὐτοῦ, ἑκὼν περιγράφεται σαρκί, οὐ Θεότητι, ὁ μόνος φιλάνθρωπος.

ΚΑΤΑΒΑΣΊΕΣ ΥΠΑΠΑΝΤΉΣ, Θεοτόκε η ελπίς, πάντων τών Χριστιανών, σκέπε φρούρει φύλαττε, τούς ελπίζοντας εις σέ. Εν νόμω, σκιά καί γράμματι, τύπον κατίδωμεν οι πιστοί, πάν άρσεν τό τήν μήτραν διανοίγον, άγιον Θεώ, διό πρωτότοκον Λόγον, Πατρός ανάρχου Υιόν, πρωτοτοκούμενον Μητρί, απειράνδρω, μεγαλύνομεν. Ψάλλει ο Περικλής Ηλ. Νταλιάνης Θεολόγος, Ιεροψάλτης.
Рекомендации по теме