filmov
tv
Κυριακή μετά τα Φωτα

Показать описание
με μία ιστοσελίδα γίνεσαι ψάλτης. όλες οι ακολουθίες με τη σειρά. έχει και το “ακουτε”, το πατας και ακους πως ψάλλεται το τροπάριο:
Κυριακή μετά τα Φωτα, ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ, ΑΝΤΙΦΩΝΑ ( τῆς ἑορτῆς), Ἀντίφωνον Α΄, Ἦχος β´.
Στίχ. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακώβ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.
Στίχ. Ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, ἐκ λαοῦ βαρβάρου.

Στίχ. Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.

Στίχ. Τί σοι ἐστι θάλασσα ὅτι ἔφυγες; καὶ σύ Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;

Δόξα Πατρί…Καὶ νῦν…

Ἀντίφωνον Β. Ἦχος β´.
Στίχ. Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Στίχ. β'. Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι.

Στίχ. γ΄. Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με.

Στίχ. Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ.

Δόξα Πατρὶ… Καὶ νῦν…
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος ...
Ἀντίφωνον Γ΄, Ἦχος α΄.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίω, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Ἀπολυτίκιον τῆς ἑορτῆς. , Ἦχος α΄
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
Στίχ. β'. Εἰπάτω δὴ οἶκος Ἰσραήλ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου ...
Στίχ. γ'. Εἰπάτω δὴ οἶκος Ἀαρών, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε,...
Στίχ. δ'. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸ Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε...Μικρὰ Εἴσοδος.
Εἰσοδικὸν, ὁ α’ χορός, (ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελῆται συλλείτουργον)
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν ψάλλοντάς σοι, Ἀλληλούϊα.
ὁ α’ χορός, (ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελῆται συλλείτουργον) Ἀπολυτίκιον. Ἦχος δ´.
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, εκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοὶς Ἀποστόλοις καυχώμεναι ἔλεγον, Ἐσκύλευται ὁ θάνατος, ἡγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῶ κόσμω τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον τῆς ἑορτῆς. Ἦχος α΄
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ...
Ἀπολυτίκιον τοῦ αγίου του Ναοῦ,
ὁ α’ χορός, (ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελῆται συλλείτουργον) τὸ Κοντάκιον Ἦχος δ'
Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ' ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντάς σε. Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.
Τρισάγιον , Ἀπόστολος, ΚΥΡΙΑΚΗΣ ΜΕΤΑ ΤΑ ΦΩΤΑ , Προκείμενον. Ἦχος α΄
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Στίχ. Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις.
Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 4:7-13
Ἀδελφοί, ἑνὶ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Διὸ λέγει· ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν καὶ ἔδωκε δόματα τοῖς ἀνθρώποις. Τὸ δὲ ἀνέβη τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; Ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Καὶ αὐτὸς ἔδωκε τοὺς μὲν Ἀποστόλους, τοὺς δὲ Προφήτας, τοὺς δὲ Εὐαγγελιστάς, τοὺς δὲ Ποιμένας καὶ Διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν Ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.