filmov
tv
Ύμνοι εσπερινού Μαρκιανού και Μαρτυρίου. Αστέρης Λεωνίδας

Показать описание
Εσπερινός 24 Οκτωβρίου 2009
Ἦχος δ'
-Οἱ τὸν δρόμον τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, μαρτυρίου στέφανον ἀνεδήσαντο, Μαρκιανὸς καὶ Μαρτύριος, οἱ πύργοι οἱ ἄσειστοι, Ἐκκλησίας οἱ μαζοί, οἱ τὸ γάλα τὸ ἄδολον, ἀναβλύζοντες, οἱ φαιδροὶ μαργαρῖται, οἱ φωστῆρες, οἱ τὴν κτίσιν ταὶς ἀκτῖσι, τῆς εὐσεβείας πυρσεύοντες.
-Μίαν γνώμην προφέρουσα, καὶ τὸ ἓν συμφρονήσασα, ἡ δυὰς ἡ ἔνθεος, τὴν διαίρεσιν, τὴν τοῦ Ἀρείου διέλυσε, διδάσκουσα σέβεσθαι, συναΐδιον Πατρί, τὸν Υἱὸν καὶ συνάναρχον, καὶ τῷ Πνεύματι, ἐν μονάδι Τριάδα, καὶ Μονάδα, ἐν Τριάδι μίαν φύσιν, τρισὶ προσώποις ἀμέριστον.
Ἦχος α'
Μαθηταὶ καὶ ὀπαδοὶ γεγονότες, τοῦ τῆς ὁμοουσίου Τριάδος ὁμολογητοῦ καὶ κήρυκος, καὶ σὺν αὐτῷ ὑπὲρ αὐτῆς διωκόμενοι Μακάριοι, τὸν διὰ ξίφους θάνατον, τῶν αἱρετικῶν γλωσσαλγιῶν προεκρίνατε· ὅθεν καὶ μαρτυρικοῖς στεφάνοις κοσμηθέντες παρὰ Θεοῦ, καὶ παρρησίαν λαβόντες, πρεσβεύσατε τοῦ ῥυσθῆναι ἐκ κινδύνων, τούς τιμῶντας τὴν μνήμην ὑμῶν.