filmov
tv
ΠΕΙΡΑΪΚΗ ΕΚΚΛΗΣΙΑ - Κυριακή της Σαμαρείτιδος

Показать описание
Ἡ πηγὴ τῆς ζωαρχίας,
Ἰησοῦς ὁ σωτὴρ ἡμῶν,
ἐπὶ τὴν πηγὴν ἐπιστὰς τοῦ πατριάρχου Ἰακώβ,
πιεῖν ἐζήτει ὕδωρ παρὰ γυναικὸς σαμαρείτιδος.
τῆς δὲ τὸ ἀκοινώνητον τῶν Ἰουδαίων προσειπούσης,
ὁ σοφὸς δημιουργὸς μετοχετεύει αὐτήν,
ταῖς γλυκείαις προσρήσεσι,
μᾶλλον πρὸς αἴτησιν τοῦ ἀϊδίου ὕδατος,
ὃ καὶ λαβοῦσα,
τοῖς πᾶσιν ἐκήρυξεν εἰποῦσα,
δεῦτε,
ἴδετε τῶν κρυπτῶν γνώστην καὶ Θεόν,
παραγενόμενον σαρκί,
διὰ τὸ σῶσαι τὸν ἄνθρωπον.