Φθάσαντες πιστοι - Κύριε ερχόμενος προς το πάθος (Δημήτρης Κατρακούλης)

preview_player
Показать описание
Ζωντανά απ΄τον όρθρο της Μεγάλης Δευτέρας στην Αγ.Μαρίνα Θησείου

Φθάσαντες πιστοί, τὸ σωτήριον Πάθος Χριστοῦ τοῦ Θεοῦ,

τὴν ἄφατον αὐτοῦ μακροθυμίαν δοξάσωμεν,

ὅπως τῇ αὐτοῦ εὐσπλαγχνίᾳ, συνεγείρῃ καὶ ἡμᾶς,

νεκρωθέντας τῇ ἁμαρτίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Δόξα... Καὶ νῦν ...

 Κύριε, ἐρχόμενος πρὸς τὸ Πάθος,

τοὺς ἰδίους στηρίζων Μαθητὰς ἔλεγες, κατ ́ ἰδίαν παραλαβὼν αὐτούς.

Πῶς τῶν ῥημάτων μου ἀμνημονεῖτε, ὧν πάλαι εἶπον ὑμῖν,

ὅτι Προφήτην πάντα οὐ γέγραπται εἰ μὴ ἐν Ἱερουσαλὴμ ἀποκτανθῆναι;

Νῦν οὖν καιρὸς ἐφέστηκεν, ὃν εἶπον ὑμῖν·

ἰδοὺ γὰρ παραδίδομαι, ἁμαρτωλῶν χερσὶν ἐμπαιχθῆναι,

οἳ καὶ σταυρῷ με προσπήξαντες, ταφῇ παραδόντες,

ἐβδελυγμένον λογιοῦνται ὡς νεκρόν·
ὅμως θαρσεῖτε·

τριήμερος γὰρ ἐγείρομαι εἰς ἀγαλλίασιν πιστῶν καὶ ζωήν τὴν αἰώνιον.
Рекомендации по теме