filmov
tv
25 Μαρτίου - Ο Ευαγγελισμός Της Θεοτόκου - Ιωάννης Βρούζος

Показать описание
Κοντάκιον. Ἦχος πλ. δ´.
Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε. Ἀλλ᾿ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι· Χαῖρε Νύμφη ἀνύμφευτε.
Ἀπολυτίκιον. Ἦχος δ´.
Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ᾿ αἰῶνος Μυστηρίου ἡ φανέρωσις· ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται. Διὸ καὶ ἡμεῖς σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωμεν· Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετὰ σοῦ.
Επιλογή από την Θ´ ᾨδὴ.
Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων· χείλη δὲ πιστῶν τῇ Θεοτόκῳ ἀσιγήτως, φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω· Χαῖρε Κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ.
Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Ὑπὲρ ἔννοιαν συλλαβοῦσα Θεόν, τῆς φύσεως θεσμοὺς ἔλαθες Κόρη· Σὺ γὰρ ἐν τῷ τίκτειν τὰ μητέρων διέδρας, ῥευστὴ φύσις περ καθεστηκυῖα· ὅθεν ἐπαξίως ἀκούεις· Χαῖρε Κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ.
Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Πῶς πηγάζεις γάλα Παρθένε ἁγνή; Οὐ φέρει ἐξειπεῖν γλῶσσα βροτεία· Ξένον γὰρ φύσεως ἐπιδείκνυσαι πρᾶγμα, νομίμου γονῆς ὅρους ὑπερβαῖνον· ὅθεν ἐπαξίως ἀκούεις· Χαῖρε Κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ.
Комментарии