Εξαποστειλάρια,Αίνοι,ήχος πλ.δ΄Εωθινόν Η΄,Τά τής Μαρίας δάκρυα,Πανάρετος Φιλοθεΐτης

preview_player
Показать описание
Εξαποστειλάρια,Δύο Αγγέλους βλέψασα,Αίνοι,ήχος πλ.δ΄, Κύριε, ει καί κριτηρίω παρέστης,Κύριε, ει καί ως νεκρόν εν μνημείω,Κύριε, όπλον κατά τού διαβόλου,Ο Άγγελός σου Κύριε,Εωθινόν Η΄,Τά τής Μαρίας δάκρυα ου μάτην χείνται θερμώς,(βιβλίον Νέα Μουσική Συλλογή Τόμος Α΄ Όρθρος(1955) Αθ.Καραμάνη)Πανάρετος Φιλοθεΐτης
Рекомендации по теме
Комментарии
Автор

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Η', Ἦχος β΄ Τοῖς Μαθηταῖς συνέλθωμεν

Δύο Ἀγγέλους βλέψασα,
ἔνδοθεν τοῦ μνημείου,
Μαρία ἐξεπλήττετο,
καὶ Χριστὸν ἀγνοοῦσα,
ὡς Κηπουρὸν ἐπηρώτα,
Κύριε ποῦ τὸ σῶμα,
τοῦ Ἰησοῦ μου τέθεικας;
κλήσει δὲ τοῦτον γνοῦσα εἶναι αὐτόν,
τὸν Σωτῆρα ἤκουσε· Μή μου ἅπτου,
πρὸς τὸν Πατέρα ἄπειμι,
εἰπὲ τοῖς ἀδελφοῖς μου.


ΑΙΝΟΙ, Ἦχος πλ. δ΄ Άυτόμελον

Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον.
Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης,
ὑπὸ Πιλάτου κρινόμενος,
ἀλλ' οὐκ ἀπελείφθης τοῦ θρόνου,
τῷ Πατρὶ συγκαθεζόμενος,
καὶ ἀναστὰς ἐκ νεκρών,
τὸν κόσμον ἠλευθέρωσας,
ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου,
ὡς οἰκτίρμων καὶ Φιλάνθρωπος.

Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ,
αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Κύριε, ὅπλον κατὰ τοῦ διαβόλου,
τὸν Σταυρόν σου ἡμῖν δέδωκας∙
φρίττει γὰρ καὶ τρέμει,
μὴ φέρων καθορᾷν αὐτοῦ τὴν δύναμιν∙
ὅτι νεκροὺς ἀνιστᾷ καὶ θάνατον κατήργησε∙
διὰ τοῦτο προσκυνοῦμεν,
τὴν Ταφήν σου καὶ τὴν Ἔγερσιν.

Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος,
αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Ὁ Ἄγγελός σου Κύριε,
ὁ τὴν Ἀνάστασιν κηρύξας,
τοὺς μὲν φύλακας ἐφόβησε,
τὰ δὲ Γύναια ἐφώνησε λέγων∙
Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;
ἀνέστη Θεός ὤν,
καὶ τῇ οἰκουμένῃ ζωὴν ἐδωρήσατο.


ΕΩΘΙΝΟΝ ΔΟΞΑΣΤΙΚΟΝ Η', Ἦχος πλ. δ' Ἰδιόμελον

Τὰ τῆς Μαρίας δάκρυα οὐ μάτην χεῖνται θερμῶς·
ἰδοὺ γὰρ κατηξίωται, καὶ διδασκόντων Ἀγγέλων,
καὶ τῆς ὄψεως τῆς σῆς ὦ Ἰησοῦ·
ἀλλ' ἔτι πρόσγεια φρονεῖ, οἷα γυνὴ ἀσθενής·
διὸ καὶ ἀποπέμπεται μὴ προσψαῦσαί σοι Χριστέ.
Ἀλλ' ὅμως κήρυξ πέμπεται τοῖς σοῖς Μαθηταῖς,
οἷς εὐαγγέλια ἔφησε,
τὴν πρὸς τὸν πατρῷον κλῆρον ἄνοδον ἀπαγγέλλουσα.
Μεθ' ἧς ἀξίωσον καὶ ἡμᾶς, τῆς ἐμφανείας σου, Δέσποτα Κύριε.

anaspanathan