Σήμερον σε θεωρούσα, ιδιόμελο αποστίχων Μεγάλης Παρασκευής | Ύμνοι της Μεγάλης Εβδομάδος

preview_player
Показать описание
Σήμερον σε θεωρούσα, ιδιόμελο αποστίχων Μεγάλης Παρασκευής | Ύμνοι της Μεγάλης Εβδομάδος

Ποιητικά κείμενα:

Ἕτερον. Ἦχος ὁ αὐτός.

Ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν,
καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.

Σήμερον σὲ θεωροῦσα, ἡ ἄμεμπτος Παρθένος
ἐν Σταυρῷ, Λόγε, ἀναρτώμενον,
ὀδυρομένη μητρῷα σπλάγχνα,
ἐτέτρωτο τὴν καρδίαν πικρῶς·
καὶ στενάζουσα ὀδυνηρῶς ἐκ βάθους ψυχῆς,
παρειὰς σὺν θριξὶ καταξαίνουσα, κατετρύχετο·
διὸ καὶ τὸ στῆθος τύπτουσα, ἀνέκραζε γοερῶς·
Οἴμοι, Θεῖον τέκνον! Οἴμοι τὸ φῶς τοῦ κόσμου!
Τὶ ἔδυς ἐξ ὀφθαλμῶν μου, ὁ Ἀμνὸς τοῦ Θεοῦ;
Ὅθεν αἰ στρατιαὶ τῶν ἀσωμάτων,
τρόμῳ συνείχοντο λέγουσαι·
Ἀκατάληπτε Κύριε, δόξα σοι.

Simeron se theorousa, idiomelo apostihon Megalis Paraskevis | Ymni Tis Megalis Evdomados

#YmniTisMegalisEvdomados #IMMB #ChoirOfVatopediFathers
Рекомендации по теме