filmov
tv
ΚΥΡΙΑΚΗ 8η ΜΑΡΤΙΟΥ 2020. ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ. ΘΕΟΦΥΛΑΚΤΟΥ ΕΠΙΣΚ. ΝΙΚΟΜΗΔΕΙΑΣ, ΕΡΜΟΥ ΑΠΟΣΤΟΛΟΥ. Ἦχος πλ.

Показать описание
Ευαγγελικό Ανάγνωσμα Όρθρου 00:25:56
Αποστολικό Ανάγνωσμα Κυριακής 01:54:00
Ευαγγελικό Ανάγνωσμα 02:02:06
Κύρηγμα Κυριακής από τον Πανοσιολογιώτατο Αρχιμ. π. Σπυρίδωνα Κατραμάδο 02:45:26 - 03:14:15
Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος πλ. α’
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν· ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ ἀναστάσει αὐτοῦ.
Ἀπολυτίκιον τῆς Κυριακῆς τῆς Ὀρθοδοξίας. Ἦχος β’
Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν Ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός· βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύση οὕς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· Χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν Κόσμον.
Κοντάκιον τῆς Κυριακῆς. Ἦχος πλ. δ’
Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε. Ἀλλ’ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι• Χαῖρε νύμφη ἀνύμφευτε.
ΑΝΑΓΝΩΣΜΑ : Ἀπόστολος τῆς Κυριακῆς τῆς Ὀρθοδοξίας (Ἑβρ. ια’, 24 -26, 32-40).
Ἀδελφοί, πίστει Μωϋσῆς «μέγας γενόμενος» ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν. Καὶ τί ἔτι λέγω; Ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καὶ Σαμψὼν καὶ Ἰεφθάε, Δαυΐδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τούς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.
ΕυαγγελικόΚατά Ιωάννη (α΄44-52)
Τῷ καιρῷ εκείνῳ, ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως ᾿Ανδρέου καὶ Πέτρου. Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψε Μωυσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. Καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· ἔρχου καὶ ἴδε.
Εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. Λέγει αὐτῷ Ναθαναήλ· πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. Ἀπεκρίθη Ναθαναὴλ καὶ λέγει αὐτῷ· ραββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψει. Καὶ λέγει αὐτῷ· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ' ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.
Απόδοση στη νεοελληνική:
Τὸν καιρό εκείνο, ἤθελε ὁ Ἰησοῦς νὰ μεταβῇ εἰς τὴν Γαλιλαίαν καὶ βρίσκει τὸν Φίλιππον καὶ τοῦ λέγει, «Ἀκολούθησέ με». Κατήγετο δὲ ὁ Φίλιππος ἀπὸ τὴν Βηθσαϊδά, ἀπὸ τὴν πόλιν τοῦ Ἀνδρέα καὶ τοῦ Πέτρου. Ὁ Φίλιππος εὑρίσκει τὸν Ναθαναὴλ καὶ τοῦ λέγει, «Εὑρήκαμε ἐκεῖνον, διὰ τὸν ὁποῖον ἔγραψε ὁ Μωϋσῆς εἰς τὸν νόμον καὶ οἱ Προφῆται, τὸν Ἰησοῦν, τὸν υἱὸν τοῦ Ἰωσὴφ ἀπὸ τὴν Ναζαρέτ». Καὶ ὁ Ναθαναὴλ τοῦ εἶπε, Εἶναι δυνατὸν ἀπὸ τὴν Ναζαρὲτ νὰ προέλθῃ κανένα καλό;». Λέγει εἰς αὐτὸν ὁ Φίλιππος, «Ἔλα νὰ ἰδῇς».
Εἶδε ὁ Ἰησοῦς τὸν Ναθαναὴλ νὰ ἔρχεται πρὸς αὐτὸν καὶ εἶπε, «Νὰ ἕνας ἀληθινὸς Ἰσραηλίτης, εἰς τὸν ὁποῖον δὲν ὑπάρχει δόλος». Ὁ Ναθαναὴλ τοῦ εἶπε, «Ἀπὸ ποῦ μὲ γνωρίζεις;». Καὶ ὁ Ἰησοῦς τοῦ ἀπεκρίθη, «Πρὶν σὲ φωνάξῃ ὁ Φίλιππος σὲ εἶδα νὰ εἶσαι κάτω ἀπὸ τὴ συκιά». Ὁ Ναθαναὴλ τοῦ λέγει, «Ραββί, σὺ εἶσαι ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ εἶσαι ὁ βασιλεὺς τοῦ Ἰσραήλ». Ὁ Ἰησοῦς τοῦ ἀπεκρίθη, «Ἐπειδὴ σοῦ εἶπα ὅτι σὲ εἶδα κάτω ἀπὸ τὴ συκιά, πιστεύεις; Θὰ ἰδῇς μεγαλύτερα πράγματα ἀπὸ αὐτά». Καὶ προσέθεσε, «Ἀλήθεια, ἀλήθεια, σᾶς λέγω, ἀπὸ τώρα θὰ βλέπετε τὸν οὐρανὸν ἀνοιγμένων καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ νὰ ἀνεβαίνουν καὶ νὰ κατεβαίνουν πρὸς τὸν Υἱὸν τοῦ ἀνθρώπου».