filmov
tv
ΕΞΑΠΟΣΤΕΙΛΆΡΙΑ ΚΟΙΜΉΣΕΩΣ ΘΕΟΤΌΚΟΥ:'Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες, 'Ὁ γλυκασμὸς τῶν Ἀγγέλων'.

Показать описание
Ἦχος β’
Ὅτε ἐκ τοῦ ξύλου
Πάντων προστατεύεις, Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει τὴ κραταιά σου χειρί, ἄλλην γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, ὅθεν σοὶ προσπίπτομεν, Ῥύσαι πάσης περιστάσεως τοὺς δούλους σου.
Ὅμοιον
Πάντων θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καὶ πενομένων τροφή, ξένων τε παράκλησις, καὶ βακτηρία τυφλῶν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων σκέπη καὶ ἀντίληψις, καὶ ὀρφανῶν βοηθός, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, σὺ ὑπάρχεις, Ἄχραντε, σπεῦσον, δυσωποῦμεν, ῥύσασθαι τοὺς δούλους σου.
Ἦχος πλ. δ’
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἦχος β’
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Κατὰ τὴν περίοδον τοῦ 15 Αὐγούστου εἴθισται ἵνα ψάλλωνται, ἀντὶ τῶν ἀνωτέρω Θεοτοκίων, τὰ ἑπόμενα Ἐξαποστειλάρια.
Ἦχος γ’
Ὁ οὐρανὸν τοῖς ἄστροις
Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανὴ τῶ χωρίω, κηδεύσατέ μου τὸ σῶμα, καὶ σύ, Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.
Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥύσαι, τῶν αἰωνίων βασάνων.
Καὶ σὲ μεσίτριαν ἔχω, πρὸς τὸν φιλάνθρωπον Θεόν, μή μου ἐλέγξη τὰς πράξεις, ἐνώπιον τῶν Ἀγγέλων, παρακαλῶ σε, Παρθένε, βοήθησόν μοὶ ἐν τάχει.
Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα, πῶς γαλουχεῖς τὸν Δεσπότην; Εξαποστειλάρια Ήχος γ΄. Επιθυμώ Παναγία τα κάλλη του Παραδείσου, τον μυ-ρισμόν και τα άνθη, και την τερπνήν ευωδίαν, και τας ωδάς των Αγγέλων, όταν υμνούν τον Υιός Σου.
Ἱερεὺς Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ιησού Χριστέ ο Θεός ημών, ελέησον και σώσον ημάς αμήν.
Ψάλλει ο Περικλής Ηλ. Νταλιάνης Θεολόγος, Ιεροψάλτης
ΓΝΩΣΕΣΘΕ ΤΗΝ (ΟΝΤΩΣ) ΑΛΗΘΕΙΑΝ ΚΑΙ Η ΑΛΗΘΕΙΑ ΕΛΕΥΘΕΡΩΣΕΙ ΥΜΑΣ