ΥΨΩΣΙΣ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ π. Γεώργιος Αγγελακάκης 14_9_2015

preview_player
Показать описание
Ἀπὸ τὴν Πνευματικὴ Παρακαταθήκη τοῦ π. Γεωργίου Ἀγγελακάκη:
14-9-2015 π.ἡ. ΚΥΡΙΑΚΗ ΥΨΩΣΕΩΣ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ 2015

Εἰς τὸν Ὄρθρον:
Ἐκ τοῦ κατὰ Ἰωάννην Εὐαγγέλιον, ιβ΄ 28-36
28 Εἶπεν ὁ Κύριος· πάτερ͵ δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ͵ καὶ ἐδόξασα καὶ πάλιν δοξάσω.
29 ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγεν βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον͵ ἄγγελος αὐτῷ λελάληκεν.
30 ἀπεκρίθη καὶ εἶπεν Ἰησοῦς͵ οὐ δι΄ ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν ἀλλὰ δι΄ ὑμᾶς.
31 νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου͵ νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω·
32 κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς͵ πάντας ἑλκύσω πρὸς ἐμαυτόν.
33 τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν.
34 ἀπεκρίθη οὖν αὐτῷ ὁ ὄχλος͵ ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα͵ καὶ πῶς σὺ λέγεις ὅτι δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου;
35 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς͵ ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ΄ ὑμῶν ἐστιν. περιπατεῖτε ἕως τὸ φῶς ἔχετε͵ ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει.
36 ἕως τὸ φῶς ἔχετε͵ πιστεύετε εἰς τὸ φῶς͵ ἵνα υἱοὶ φωτὸς γένησθε.

Εἰς τὴν Λειτουργίαν:
Ἐκ τοῦ κατὰ Ἰωάννην Εὐαγγέλιον, ιθ΄ 6-11, 13-20, 25-28, 30-35
6 Τῷ καιρῷ ἐκείνῳ, συμβούλιον ἐποίησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι κατὰ τοῦ Ἰησοῦ ὅπως αὐτὸν ἀπολέσωσι. καὶ παρεγένοντο πρὸς Πιλᾶτον λἐγοντες· σταύρωσον, σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ Πιλᾶτος· λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε͵ ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν.
7 ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι͵ ἡμεῖς νόμον ἔχομεν͵ καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν͵ ὅτι ἑαυτὸν υἱὸν Θεοῦ ἐποίησεν.
8 Ὅτε οὖν ἤκουσεν ὁ Πιλᾶτος τοῦτον τὸν λόγον͵ μᾶλλον ἐφοβήθη͵
9 καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ Ἰησοῦ͵ πόθεν εἶ σύ; ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ.
10 λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος͵ ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε;
11 ἀπεκρίθη ὁ Ἰησοῦς͵ οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ΄ ἐμοῦ εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν·
13 ὁ οὖν Πιλᾶτος ἀκούσας τῶν λόγων τούτων ἤγαγεν ἔξω τὸν Ἰησοῦν͵ καὶ ἐκάθισεν ἐπὶ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον͵ Ἑβραϊστὶ δὲ Γαββαθᾶ.
14 ἦν δὲ παρασκευὴ τοῦ πάσχα͵ ὥρα δὲ ὡσεὶ ἕκτη. καὶ λέγει τοῖς Ἰουδαίοις͵ ἴδε ὁ βασιλεὺς ὑμῶν.
15 οἱ δὲ ἐκραύγασαν͵ ἆρον ἆρον͵ σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ Πιλᾶτος͵ τὸν βασιλέα ὑμῶν σταυρώσω; ἀπεκρίθησαν οἱ ἀρχιερεῖς͵ οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.
16 τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ.
17 Παρέλαβον δὲ τὸν Ἰησοῦν καὶ ἀπήγαγον· καὶ βαστάζων τὸν σταυρὸν αὐτοῦ ἐξῆλθεν εἰς τὸν λεγόμενον κρανίου τόπον, ὃς λέγεται ἑβραϊστὶ Γολγοθᾶ,
18 ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ΄ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν.
19 ἔγραψε δὲ καὶ τίτλον ὁ Πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον· Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων.
20 τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον ἑβραϊστί, ἑλληνιστί, ῥωμαϊστί.
25 εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή.
26 Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρὶ αὐτοῦ· γύναι, ἴδε ὁ υἱός σου.
27 εἶτα λέγει τῷ μαθητῇ· ἰδοὺ ἡ μήτηρ σου. καὶ ἀπ᾿ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.
28 Μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς ὅτι πάντα ἤδη τετέλεσται,
30 κλίνας τὴν κεφαλὴν παρέδωκε τὸ πνεῦμα.
31 Οἱ οὖν Ἰουδαῖοι, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ, ἐπεὶ παρασκευὴ ἦν· ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνη τοῦ σαββάτου· ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν.
32 ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ·
33 ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες ὡς εἶδον αὐτὸν ἤδη τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη,
34 ἀλλ΄ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξε, καὶ εὐθέως ἐξῆλθεν αἷμα καὶ ὕδωρ.
35 καὶ ὁ ἑωρακὼς μεμαρτύρηκε, καὶ ἀληθινὴ ἐστιν ἡ μαρτυρία αὐτοῦ.

Επισκεφθείτε το ιστολόγιο με κείμενο, βίντεο κλπ του π.Γεωργίου, εδώ:

Συνδεθείτε με την ομάδα viber «ΑΠΟΤΕΙΧΙΣΗ» για να λαμβάνετε καθημερινά ενδιαφέροντα κείμενα και ενημερώσεις.
Рекомендации по теме
Комментарии
Автор

υπέροχες ομιλίες από έναν αξέχαστο ομολογητη και άξιο ιερεα των εσχάτων χρόνων που βιώνουμε.Αιωνια η μνήμη σου παππουλη.Θα σε θυμόμαστε και θα ακούμε τους λόγους σου όσο επιτρέπει ο καλός θεος να ζουμε!

σπιρτοζα